Mark 5 (TGNTATF3T)

1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γαδαρηνῶν. 2 Καὶ ἐξελθόντι αὐτῷ ἐκ τοῦ πλοίου, εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ 3 —ὃς τὴν οἴκησιν εἶχεν ἐν τοῖς μνήμασιν. Καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι, 4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπάσθαι ὑπ᾿ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς αὐτὸν ἴσχυσεν δαμάσαι. 5 Καὶ διὰ παντός, νυκτὸς καὶ ἡμέρας, ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν, ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6 Ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτῷ, 7 καὶ κράξας φωνῇ μεγάλῃ εἶπεν· «Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; Ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς.» 8 Ἔλεγεν γὰρ αὐτῷ, «Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον, ἐκ τοῦ ἀνθρώπου.» 9 Καὶ ἐπηρώτα αὐτόν, «Τί σοι ὄνομά;» Καὶ ἀπεκρίθη, λέγων, «Λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.» 10 Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτοὺς ἀποστείλῃ ἔξω τῆς χώρας. 11 Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη. 12 Καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες, λέγοντες, «Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.» 13 Καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς· καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν (ἦσαν δὲ ὡς δισχίλιοι), καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14 Οἱ δὲ βόσκοντες τοὺς χοίρους ἔφυγον, καὶ ἀνήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. 15 Καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν Λεγεῶνα· καὶ ἐφοβήθησαν. 16 Διηγήσαντο δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. 17 Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18 Καὶ ἐμβάντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ᾖ μετ᾿ αὐτοῦ. 19 Ὁ δὲ Ἰησοῦς οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, «Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκεν· καὶ ἠλέησέν σε.» 20 Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς· καὶ πάντες ἐθαύμαζον. 21 Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπ᾿ αὐτόν· καὶ ἦν παρὰ τὴν θάλασσαν. 22 Καὶ ἰδού, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ 23 καὶ παρεκάλει αὐτὸν πολλά, λέγων ὅτι «Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει· ἵνα ἐλθὼν ἐπιθῇς αὐτῇ τὰς χεῖρας ὅπως σωθῇ, καὶ ζήσεται.» 24 Καὶ ἀπῆλθεν μετ᾿ αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25 Καὶ γυνή τις οὖσα—ἐν ῥύσει αἵματος ἔτη δώδεκα, 26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ αὐτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα— 27 ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ. 28 (Ἔλεγεν γὰρ ὅτι «Κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι.») 29 Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30 Καὶ εὐθέως ὁ Ἰησοῦς, ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν, «Τίς μου ἥψατο τῶν ἱματίων;» 31 Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, ‹Τίς μου ἥψατο;› » 32 Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33 Ἡ δὲ γυνή, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34 Ὁ δὲ εἶπεν αὐτῇ· «Θύγατερ, ἡ πίστις σου σέσωκέν σε. Ὕπαγε εἰς εἰρήνην καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.» 35 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι «Ἡ θυγάτηρ σου ἀπέθανεν. Τί ἔτι σκύλλεις τὸν διδάσκαλον;» 36 Ὁ δὲ Ἰησοῦς εὐθέως ἀκούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, «Μὴ φοβοῦ· μόνον πίστευε.» 37 Καὶ οὐκ ἀφῆκεν οὐδένα αὐτῷ συνακολουθῆσαι, εἰ μὴ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, τὸν ἀδελφὸν Ἰακώβου. 38 Καὶ ἔρχεται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου καὶ θεωρεῖ θόρυβον—κλαίοντας καὶ ἀλαλάζοντας πολλά. 39 Καὶ εἰσελθὼν λέγει αὐτοῖς· «Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.» 40 Καὶ κατεγέλων αὐτοῦ. Ὁ δὲ ἐκβαλὼν πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα, καὶ τοὺς μετ᾿ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον ἀνακείμενον. 41 Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ, «Ταλιθά, κοῦμι,» ὅ ἐστιν μεθερμηνευόμενον, «Τὸ κοράσιον, σοὶ λέγω, ἔγειραι.» 42 Καὶ εὐθέως ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει (ἦν γὰρ ἐτῶν δώδεκα). Καὶ ἐξέστησαν ἐκστάσει μεγάλῃ. 43 Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνῷ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

In Other Versions

Mark 5 in the ANGEFD

Mark 5 in the ANTPNG2D

Mark 5 in the AS21

Mark 5 in the BAGH

Mark 5 in the BBPNG

Mark 5 in the BBT1E

Mark 5 in the BDS

Mark 5 in the BEV

Mark 5 in the BHAD

Mark 5 in the BIB

Mark 5 in the BLPT

Mark 5 in the BNT

Mark 5 in the BNTABOOT

Mark 5 in the BNTLV

Mark 5 in the BOATCB

Mark 5 in the BOATCB2

Mark 5 in the BOBCV

Mark 5 in the BOCNT

Mark 5 in the BOECS

Mark 5 in the BOGWICC

Mark 5 in the BOHCB

Mark 5 in the BOHCV

Mark 5 in the BOHLNT

Mark 5 in the BOHNTLTAL

Mark 5 in the BOICB

Mark 5 in the BOILNTAP

Mark 5 in the BOITCV

Mark 5 in the BOKCV

Mark 5 in the BOKCV2

Mark 5 in the BOKHWOG

Mark 5 in the BOKSSV

Mark 5 in the BOLCB

Mark 5 in the BOLCB2

Mark 5 in the BOMCV

Mark 5 in the BONAV

Mark 5 in the BONCB

Mark 5 in the BONLT

Mark 5 in the BONUT2

Mark 5 in the BOPLNT

Mark 5 in the BOSCB

Mark 5 in the BOSNC

Mark 5 in the BOTLNT

Mark 5 in the BOVCB

Mark 5 in the BOYCB

Mark 5 in the BPBB

Mark 5 in the BPH

Mark 5 in the BSB

Mark 5 in the CCB

Mark 5 in the CUV

Mark 5 in the CUVS

Mark 5 in the DBT

Mark 5 in the DGDNT

Mark 5 in the DHNT

Mark 5 in the DNT

Mark 5 in the ELBE

Mark 5 in the EMTV

Mark 5 in the ESV

Mark 5 in the FBV

Mark 5 in the FEB

Mark 5 in the GGMNT

Mark 5 in the GNT

Mark 5 in the HARY

Mark 5 in the HNT

Mark 5 in the IRVA

Mark 5 in the IRVB

Mark 5 in the IRVG

Mark 5 in the IRVH

Mark 5 in the IRVK

Mark 5 in the IRVM

Mark 5 in the IRVM2

Mark 5 in the IRVO

Mark 5 in the IRVP

Mark 5 in the IRVT

Mark 5 in the IRVT2

Mark 5 in the IRVU

Mark 5 in the ISVN

Mark 5 in the JSNT

Mark 5 in the KAPI

Mark 5 in the KBT1ETNIK

Mark 5 in the KBV

Mark 5 in the KJV

Mark 5 in the KNFD

Mark 5 in the LBA

Mark 5 in the LBLA

Mark 5 in the LNT

Mark 5 in the LSV

Mark 5 in the MAAL

Mark 5 in the MBV

Mark 5 in the MBV2

Mark 5 in the MHNT

Mark 5 in the MKNFD

Mark 5 in the MNG

Mark 5 in the MNT

Mark 5 in the MNT2

Mark 5 in the MRS1T

Mark 5 in the NAA

Mark 5 in the NASB

Mark 5 in the NBLA

Mark 5 in the NBS

Mark 5 in the NBVTP

Mark 5 in the NET2

Mark 5 in the NIV11

Mark 5 in the NNT

Mark 5 in the NNT2

Mark 5 in the NNT3

Mark 5 in the PDDPT

Mark 5 in the PFNT

Mark 5 in the RMNT

Mark 5 in the SBIAS

Mark 5 in the SBIBS

Mark 5 in the SBIBS2

Mark 5 in the SBICS

Mark 5 in the SBIDS

Mark 5 in the SBIGS

Mark 5 in the SBIHS

Mark 5 in the SBIIS

Mark 5 in the SBIIS2

Mark 5 in the SBIIS3

Mark 5 in the SBIKS

Mark 5 in the SBIKS2

Mark 5 in the SBIMS

Mark 5 in the SBIOS

Mark 5 in the SBIPS

Mark 5 in the SBISS

Mark 5 in the SBITS

Mark 5 in the SBITS2

Mark 5 in the SBITS3

Mark 5 in the SBITS4

Mark 5 in the SBIUS

Mark 5 in the SBIVS

Mark 5 in the SBT

Mark 5 in the SBT1E

Mark 5 in the SCHL

Mark 5 in the SNT

Mark 5 in the SUSU

Mark 5 in the SUSU2

Mark 5 in the SYNO

Mark 5 in the TBIAOTANT

Mark 5 in the TBT1E

Mark 5 in the TBT1E2

Mark 5 in the TFTIP

Mark 5 in the TFTU

Mark 5 in the THAI

Mark 5 in the TNFD

Mark 5 in the TNT

Mark 5 in the TNTIK

Mark 5 in the TNTIL

Mark 5 in the TNTIN

Mark 5 in the TNTIP

Mark 5 in the TNTIZ

Mark 5 in the TOMA

Mark 5 in the TTENT

Mark 5 in the UBG

Mark 5 in the UGV

Mark 5 in the UGV2

Mark 5 in the UGV3

Mark 5 in the VBL

Mark 5 in the VDCC

Mark 5 in the YALU

Mark 5 in the YAPE

Mark 5 in the YBVTP

Mark 5 in the ZBP