Mark 6 (TGNTATF3T)

1 Καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2 Καὶ γενομένου σαββάτου, ἤρξατο ἐν τῇ συναγωγῇ διδάσκειν. Καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λέγοντες· «Πόθεν τούτῳ ταῦτα;» καί, «Τίς ἡ σοφία ἡ δοθεῖσα αὐτῷ;» καί, «Δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνονται. 3 Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς;» Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 4 Ἔλεγεν δὲ αὐτοῖς ὁ Ἰησοῦς ὅτι «Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενέσιν καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.» 5 Καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δύναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν. 6 Καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν. Καὶ περιῆγεν τὰς κώμας κύκλῳ, διδάσκων. 7 Καὶ προσκαλεῖται τοὺς δώδεκα καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. 8 Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μόνον—μὴ πήραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζώνην χαλκόν— 9 ἀλλ᾿ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας. 10 Καὶ ἔλεγεν αὐτοῖς· «Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11 Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.» 12 Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοήσωσιν, 13 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον. 14 Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν ὅτι «Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.» 15 Ἄλλοι ἔλεγον ὅτι «Ἠλίας ἐστίν.» Ἄλλοι δὲ ἔλεγον ὅτι «Προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν.» 16 Ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι «Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν.» 17 Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· ὅτι αὐτὴν ἐγάμησεν 18 —ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι «Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.» 19 Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι· καὶ οὐκ ἠδύνατο, 20 ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν. Καὶ ἀκούων αὐτοῦ πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21 Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας. 22 Καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης τῷ Ἡρῴδη καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ, «Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοί.» 23 Καὶ ὤμοσεν αὐτῇ ὅτι «Ὃ ἐάν με αἰτήσῃς δώσω σοί, ἕως ἡμίσους τῆς βασιλείας μου.» 24 Ἡ δὲ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, «Τί αἰτήσομαι;» Ἡ δὲ εἶπεν, «Τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.» 25 Καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο, λέγουσα, «Θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.» 26 Καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους, καὶ τοὺς συνανακειμένους, οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. 27 Καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. Ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ 28 καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ· καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29 Καὶ ἀκούσαντες, οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. 30 Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31 Καὶ εἶπεν αὐτοῖς, «Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾿ ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύεσθε ὀλίγον»· ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32 Καὶ ἀπῆλθον εἰς ἔρημον τόπον τῷ πλοίῳ κατ᾿ ἰδίαν. 33 Καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν αὐτοὺς πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτοὺς καὶ συνῆλθον πρὸς αὐτόν. 34 Καὶ ἐξελθὼν εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγουσιν ὅτι «Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή. 36 Ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους· τί γὰρ φάγωσιν οὐκ ἔχουσιν.» 37 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, «Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» Καὶ λέγουσιν αὐτῷ, «Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δῶμεν αὐτοῖς φαγεῖν;» 38 Ὁ δὲ λέγει αὐτοῖς· «Πόσους ἄρτους ἔχετε; Ὑπάγετε καὶ ἴδετε.» Καὶ γνόντες λέγουσιν, «Πέντε, καὶ δύο ἰχθύας.» 39 Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 Καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντήκοντα. 41 Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παραθῶσιν αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. 43 Καὶ ἦραν κλασμάτων δώδεκα κοφίνους πλήρεις, καὶ ἀπὸ τῶν ἰχθύων. 44 Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες. 45 Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν, πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσει τὸν ὄχλον. 46 Καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι. 47 Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης· καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48 Καὶ εἶδεν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς. Καὶ περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελεν παρελθεῖν αὐτούς· 49 οἱ δέ, ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, ἔδοξαν φάντασμα εἶναι, καὶ ἀνέκραξαν· 50 πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. Καὶ εὐθέως ἐλάλησεν μετ᾿ αὐτῶν, καὶ λέγει αὐτοῖς· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.» 51 Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. Καὶ λίαν ἐκ περισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον. 52 Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις—ἦν γὰρ αὐτῶν ἡ καρδία πεπωρωμένη. 53 Καὶ διαπεράσαντες, ἦλθον ἐπὶ τὴν γῆν Γενησαρὲτ καὶ προσωρμίσθησαν. 54 Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθέως ἐπιγνόντες αὐτόν, 55 περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην ἤρξαντο ἐπὶ τοῖς κραββάτοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ὅτι ἐκεῖ ἐστιν. 56 Καὶ ὅπου ἂν εἰσεπορεύετο—εἰς κώμας ἢ πόλεις ἢ ἀγρούς—ἐν ταῖς ἀγοραῖς ἐτίθουν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥπτοντο αὐτοῦ ἐσῴζοντο.

In Other Versions

Mark 6 in the ANGEFD

Mark 6 in the ANTPNG2D

Mark 6 in the AS21

Mark 6 in the BAGH

Mark 6 in the BBPNG

Mark 6 in the BBT1E

Mark 6 in the BDS

Mark 6 in the BEV

Mark 6 in the BHAD

Mark 6 in the BIB

Mark 6 in the BLPT

Mark 6 in the BNT

Mark 6 in the BNTABOOT

Mark 6 in the BNTLV

Mark 6 in the BOATCB

Mark 6 in the BOATCB2

Mark 6 in the BOBCV

Mark 6 in the BOCNT

Mark 6 in the BOECS

Mark 6 in the BOGWICC

Mark 6 in the BOHCB

Mark 6 in the BOHCV

Mark 6 in the BOHLNT

Mark 6 in the BOHNTLTAL

Mark 6 in the BOICB

Mark 6 in the BOILNTAP

Mark 6 in the BOITCV

Mark 6 in the BOKCV

Mark 6 in the BOKCV2

Mark 6 in the BOKHWOG

Mark 6 in the BOKSSV

Mark 6 in the BOLCB

Mark 6 in the BOLCB2

Mark 6 in the BOMCV

Mark 6 in the BONAV

Mark 6 in the BONCB

Mark 6 in the BONLT

Mark 6 in the BONUT2

Mark 6 in the BOPLNT

Mark 6 in the BOSCB

Mark 6 in the BOSNC

Mark 6 in the BOTLNT

Mark 6 in the BOVCB

Mark 6 in the BOYCB

Mark 6 in the BPBB

Mark 6 in the BPH

Mark 6 in the BSB

Mark 6 in the CCB

Mark 6 in the CUV

Mark 6 in the CUVS

Mark 6 in the DBT

Mark 6 in the DGDNT

Mark 6 in the DHNT

Mark 6 in the DNT

Mark 6 in the ELBE

Mark 6 in the EMTV

Mark 6 in the ESV

Mark 6 in the FBV

Mark 6 in the FEB

Mark 6 in the GGMNT

Mark 6 in the GNT

Mark 6 in the HARY

Mark 6 in the HNT

Mark 6 in the IRVA

Mark 6 in the IRVB

Mark 6 in the IRVG

Mark 6 in the IRVH

Mark 6 in the IRVK

Mark 6 in the IRVM

Mark 6 in the IRVM2

Mark 6 in the IRVO

Mark 6 in the IRVP

Mark 6 in the IRVT

Mark 6 in the IRVT2

Mark 6 in the IRVU

Mark 6 in the ISVN

Mark 6 in the JSNT

Mark 6 in the KAPI

Mark 6 in the KBT1ETNIK

Mark 6 in the KBV

Mark 6 in the KJV

Mark 6 in the KNFD

Mark 6 in the LBA

Mark 6 in the LBLA

Mark 6 in the LNT

Mark 6 in the LSV

Mark 6 in the MAAL

Mark 6 in the MBV

Mark 6 in the MBV2

Mark 6 in the MHNT

Mark 6 in the MKNFD

Mark 6 in the MNG

Mark 6 in the MNT

Mark 6 in the MNT2

Mark 6 in the MRS1T

Mark 6 in the NAA

Mark 6 in the NASB

Mark 6 in the NBLA

Mark 6 in the NBS

Mark 6 in the NBVTP

Mark 6 in the NET2

Mark 6 in the NIV11

Mark 6 in the NNT

Mark 6 in the NNT2

Mark 6 in the NNT3

Mark 6 in the PDDPT

Mark 6 in the PFNT

Mark 6 in the RMNT

Mark 6 in the SBIAS

Mark 6 in the SBIBS

Mark 6 in the SBIBS2

Mark 6 in the SBICS

Mark 6 in the SBIDS

Mark 6 in the SBIGS

Mark 6 in the SBIHS

Mark 6 in the SBIIS

Mark 6 in the SBIIS2

Mark 6 in the SBIIS3

Mark 6 in the SBIKS

Mark 6 in the SBIKS2

Mark 6 in the SBIMS

Mark 6 in the SBIOS

Mark 6 in the SBIPS

Mark 6 in the SBISS

Mark 6 in the SBITS

Mark 6 in the SBITS2

Mark 6 in the SBITS3

Mark 6 in the SBITS4

Mark 6 in the SBIUS

Mark 6 in the SBIVS

Mark 6 in the SBT

Mark 6 in the SBT1E

Mark 6 in the SCHL

Mark 6 in the SNT

Mark 6 in the SUSU

Mark 6 in the SUSU2

Mark 6 in the SYNO

Mark 6 in the TBIAOTANT

Mark 6 in the TBT1E

Mark 6 in the TBT1E2

Mark 6 in the TFTIP

Mark 6 in the TFTU

Mark 6 in the THAI

Mark 6 in the TNFD

Mark 6 in the TNT

Mark 6 in the TNTIK

Mark 6 in the TNTIL

Mark 6 in the TNTIN

Mark 6 in the TNTIP

Mark 6 in the TNTIZ

Mark 6 in the TOMA

Mark 6 in the TTENT

Mark 6 in the UBG

Mark 6 in the UGV

Mark 6 in the UGV2

Mark 6 in the UGV3

Mark 6 in the VBL

Mark 6 in the VDCC

Mark 6 in the YALU

Mark 6 in the YAPE

Mark 6 in the YBVTP

Mark 6 in the ZBP