Revelation 2 (TGNTATF3T)

1 »Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· 2 ‹Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον, καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς. Καὶ ἐπείρασας τοὺς λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς· 3 καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις διὰ τὸ ὄνομά μου, καὶ οὐκ ἐκοπίασας. 4 » ›Ἀλλὰ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. 5 Μνημόνευε οὖν πόθεν ἐκπέπτωκας καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς—ἐὰν μὴ μετανοήσῃς. 6 Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ.› 7 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν μέσῳ τοῦ Παραδείσου τοῦ Θεοῦ μου. 8 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Πρῶτος καὶ ὁ Ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· 9 ‹Οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν (ἀλλὰ πλούσιος εἶ), καὶ τὴν βλασφημίαν τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10 Μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν. Ἰδοὺ δή, μέλλει βαλεῖν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακήν, ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα. Γίνου πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.› 11 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου. 12 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· 13 ‹Οἶδα τὰ ἔργα σου, καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ. Καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ἐν ταῖς ἡμέραις ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου ὁ πιστός, ὃς ἀπεκτάνθη παρ᾿ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. 14 » ›Ἀλλ᾿ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδαξεν τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. 15 Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως. 16 Μετανόησον· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾿ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.› 17 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου. Καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων. 18 »Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· Τάδε λέγει ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· 19 ‹Οἶδά σου τὰ ἔργα—καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν—καὶ τὴν ὑπομονήν σου· καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων. 20 » ›Ἀλλ᾿ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκά σου Ἰεζάβελ, ἣ λέγει ἑαυτὴν προφῆτιν καὶ διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. 21 Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. 22 Ἰδού, βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ᾿ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς. 23 Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. 24 » ›Ὑμῖν δὲ λέγω, τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις—ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν—οὐ βαλῶ ἐφ᾿ ὑμᾶς ἄλλο βάρος· 25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω. 26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν· 27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται— 28 ὡς κἀγὼ εἴληφα παρὰ τοῦ Πατρός μου. Καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.› 29 »Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.

In Other Versions

Revelation 2 in the ANGEFD

Revelation 2 in the ANTPNG2D

Revelation 2 in the AS21

Revelation 2 in the BAGH

Revelation 2 in the BBPNG

Revelation 2 in the BBT1E

Revelation 2 in the BDS

Revelation 2 in the BEV

Revelation 2 in the BHAD

Revelation 2 in the BIB

Revelation 2 in the BLPT

Revelation 2 in the BNT

Revelation 2 in the BNTABOOT

Revelation 2 in the BNTLV

Revelation 2 in the BOATCB

Revelation 2 in the BOATCB2

Revelation 2 in the BOBCV

Revelation 2 in the BOCNT

Revelation 2 in the BOECS

Revelation 2 in the BOGWICC

Revelation 2 in the BOHCB

Revelation 2 in the BOHCV

Revelation 2 in the BOHLNT

Revelation 2 in the BOHNTLTAL

Revelation 2 in the BOICB

Revelation 2 in the BOILNTAP

Revelation 2 in the BOITCV

Revelation 2 in the BOKCV

Revelation 2 in the BOKCV2

Revelation 2 in the BOKHWOG

Revelation 2 in the BOKSSV

Revelation 2 in the BOLCB

Revelation 2 in the BOLCB2

Revelation 2 in the BOMCV

Revelation 2 in the BONAV

Revelation 2 in the BONCB

Revelation 2 in the BONLT

Revelation 2 in the BONUT2

Revelation 2 in the BOPLNT

Revelation 2 in the BOSCB

Revelation 2 in the BOSNC

Revelation 2 in the BOTLNT

Revelation 2 in the BOVCB

Revelation 2 in the BOYCB

Revelation 2 in the BPBB

Revelation 2 in the BPH

Revelation 2 in the BSB

Revelation 2 in the CCB

Revelation 2 in the CUV

Revelation 2 in the CUVS

Revelation 2 in the DBT

Revelation 2 in the DGDNT

Revelation 2 in the DHNT

Revelation 2 in the DNT

Revelation 2 in the ELBE

Revelation 2 in the EMTV

Revelation 2 in the ESV

Revelation 2 in the FBV

Revelation 2 in the FEB

Revelation 2 in the GGMNT

Revelation 2 in the GNT

Revelation 2 in the HARY

Revelation 2 in the HNT

Revelation 2 in the IRVA

Revelation 2 in the IRVB

Revelation 2 in the IRVG

Revelation 2 in the IRVH

Revelation 2 in the IRVK

Revelation 2 in the IRVM

Revelation 2 in the IRVM2

Revelation 2 in the IRVO

Revelation 2 in the IRVP

Revelation 2 in the IRVT

Revelation 2 in the IRVT2

Revelation 2 in the IRVU

Revelation 2 in the ISVN

Revelation 2 in the JSNT

Revelation 2 in the KAPI

Revelation 2 in the KBT1ETNIK

Revelation 2 in the KBV

Revelation 2 in the KJV

Revelation 2 in the KNFD

Revelation 2 in the LBA

Revelation 2 in the LBLA

Revelation 2 in the LNT

Revelation 2 in the LSV

Revelation 2 in the MAAL

Revelation 2 in the MBV

Revelation 2 in the MBV2

Revelation 2 in the MHNT

Revelation 2 in the MKNFD

Revelation 2 in the MNG

Revelation 2 in the MNT

Revelation 2 in the MNT2

Revelation 2 in the MRS1T

Revelation 2 in the NAA

Revelation 2 in the NASB

Revelation 2 in the NBLA

Revelation 2 in the NBS

Revelation 2 in the NBVTP

Revelation 2 in the NET2

Revelation 2 in the NIV11

Revelation 2 in the NNT

Revelation 2 in the NNT2

Revelation 2 in the NNT3

Revelation 2 in the PDDPT

Revelation 2 in the PFNT

Revelation 2 in the RMNT

Revelation 2 in the SBIAS

Revelation 2 in the SBIBS

Revelation 2 in the SBIBS2

Revelation 2 in the SBICS

Revelation 2 in the SBIDS

Revelation 2 in the SBIGS

Revelation 2 in the SBIHS

Revelation 2 in the SBIIS

Revelation 2 in the SBIIS2

Revelation 2 in the SBIIS3

Revelation 2 in the SBIKS

Revelation 2 in the SBIKS2

Revelation 2 in the SBIMS

Revelation 2 in the SBIOS

Revelation 2 in the SBIPS

Revelation 2 in the SBISS

Revelation 2 in the SBITS

Revelation 2 in the SBITS2

Revelation 2 in the SBITS3

Revelation 2 in the SBITS4

Revelation 2 in the SBIUS

Revelation 2 in the SBIVS

Revelation 2 in the SBT

Revelation 2 in the SBT1E

Revelation 2 in the SCHL

Revelation 2 in the SNT

Revelation 2 in the SUSU

Revelation 2 in the SUSU2

Revelation 2 in the SYNO

Revelation 2 in the TBIAOTANT

Revelation 2 in the TBT1E

Revelation 2 in the TBT1E2

Revelation 2 in the TFTIP

Revelation 2 in the TFTU

Revelation 2 in the THAI

Revelation 2 in the TNFD

Revelation 2 in the TNT

Revelation 2 in the TNTIK

Revelation 2 in the TNTIL

Revelation 2 in the TNTIN

Revelation 2 in the TNTIP

Revelation 2 in the TNTIZ

Revelation 2 in the TOMA

Revelation 2 in the TTENT

Revelation 2 in the UBG

Revelation 2 in the UGV

Revelation 2 in the UGV2

Revelation 2 in the UGV3

Revelation 2 in the VBL

Revelation 2 in the VDCC

Revelation 2 in the YALU

Revelation 2 in the YAPE

Revelation 2 in the YBVTP

Revelation 2 in the ZBP