Romans 8 (TGNTATF3T)

1 Οὐδὲν ἄρα νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ Πνεῦμα, 2 ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου. 3 Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας· κατέκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, 4 ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν ἀλλὰ κατὰ Πνεῦμα. 5 Οἱ γὰρ κατὰ σάρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν, οἱ δὲ κατὰ Πνεῦμα τὰ τοῦ Πνεύματος. 6 Τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ Πνεύματος ζωὴ καὶ εἰρήνη· 7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν, τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται. 8 Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. 9 Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾿ ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10 Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν δι᾿ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. 11 Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας τὸν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν. 12 Ἄρα οὖν, ἀδελφοί, ὀφειλέται ἐσμὲν οὐ τῇ σαρκί, τοῦ κατὰ σάρκα ζῆν· 13 εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνήσκειν· εἰ δὲ Πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε. 14 Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ 15 —οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ᾿ ἐλάβετε Πνεῦμα υἱοθεσίας ἐν ᾧ κράζομεν, «Ἀββᾶ, ὁ Πατήρ.» 16 Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα Θεοῦ 17 —εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ (εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν). 18 Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19 Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται· 20 τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾿ ἐλπίδι 21 ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. 22 Οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. 23 Οὐ μόνον δέ, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ Πνεύματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν. 24 Τῇ γὰρ ἐλπίδι ἐσώθημεν, ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς—ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; 25 Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι᾿ ὑπομονῆς ἀπεκδεχόμεθα. 26 Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν, τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν. Ἀλλ᾿ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις, 27 ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ Πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. 28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. 29 Ὅτι οὓς προέγνω καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· 30 οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν. 31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾿ ἡμῶν; 32 Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾿ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; 33 Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; Θεὸς ὁ δικαιῶν. 34 Τίς ὁ κατακρίνων; Χριστὸς ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καί ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. 35 Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; 36 (Καθὼς γέγραπται ὅτι «Ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.») 37 Ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38 Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωή, οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, 39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

In Other Versions

Romans 8 in the ANGEFD

Romans 8 in the ANTPNG2D

Romans 8 in the AS21

Romans 8 in the BAGH

Romans 8 in the BBPNG

Romans 8 in the BBT1E

Romans 8 in the BDS

Romans 8 in the BEV

Romans 8 in the BHAD

Romans 8 in the BIB

Romans 8 in the BLPT

Romans 8 in the BNT

Romans 8 in the BNTABOOT

Romans 8 in the BNTLV

Romans 8 in the BOATCB

Romans 8 in the BOATCB2

Romans 8 in the BOBCV

Romans 8 in the BOCNT

Romans 8 in the BOECS

Romans 8 in the BOGWICC

Romans 8 in the BOHCB

Romans 8 in the BOHCV

Romans 8 in the BOHLNT

Romans 8 in the BOHNTLTAL

Romans 8 in the BOICB

Romans 8 in the BOILNTAP

Romans 8 in the BOITCV

Romans 8 in the BOKCV

Romans 8 in the BOKCV2

Romans 8 in the BOKHWOG

Romans 8 in the BOKSSV

Romans 8 in the BOLCB

Romans 8 in the BOLCB2

Romans 8 in the BOMCV

Romans 8 in the BONAV

Romans 8 in the BONCB

Romans 8 in the BONLT

Romans 8 in the BONUT2

Romans 8 in the BOPLNT

Romans 8 in the BOSCB

Romans 8 in the BOSNC

Romans 8 in the BOTLNT

Romans 8 in the BOVCB

Romans 8 in the BOYCB

Romans 8 in the BPBB

Romans 8 in the BPH

Romans 8 in the BSB

Romans 8 in the CCB

Romans 8 in the CUV

Romans 8 in the CUVS

Romans 8 in the DBT

Romans 8 in the DGDNT

Romans 8 in the DHNT

Romans 8 in the DNT

Romans 8 in the ELBE

Romans 8 in the EMTV

Romans 8 in the ESV

Romans 8 in the FBV

Romans 8 in the FEB

Romans 8 in the GGMNT

Romans 8 in the GNT

Romans 8 in the HARY

Romans 8 in the HNT

Romans 8 in the IRVA

Romans 8 in the IRVB

Romans 8 in the IRVG

Romans 8 in the IRVH

Romans 8 in the IRVK

Romans 8 in the IRVM

Romans 8 in the IRVM2

Romans 8 in the IRVO

Romans 8 in the IRVP

Romans 8 in the IRVT

Romans 8 in the IRVT2

Romans 8 in the IRVU

Romans 8 in the ISVN

Romans 8 in the JSNT

Romans 8 in the KAPI

Romans 8 in the KBT1ETNIK

Romans 8 in the KBV

Romans 8 in the KJV

Romans 8 in the KNFD

Romans 8 in the LBA

Romans 8 in the LBLA

Romans 8 in the LNT

Romans 8 in the LSV

Romans 8 in the MAAL

Romans 8 in the MBV

Romans 8 in the MBV2

Romans 8 in the MHNT

Romans 8 in the MKNFD

Romans 8 in the MNG

Romans 8 in the MNT

Romans 8 in the MNT2

Romans 8 in the MRS1T

Romans 8 in the NAA

Romans 8 in the NASB

Romans 8 in the NBLA

Romans 8 in the NBS

Romans 8 in the NBVTP

Romans 8 in the NET2

Romans 8 in the NIV11

Romans 8 in the NNT

Romans 8 in the NNT2

Romans 8 in the NNT3

Romans 8 in the PDDPT

Romans 8 in the PFNT

Romans 8 in the RMNT

Romans 8 in the SBIAS

Romans 8 in the SBIBS

Romans 8 in the SBIBS2

Romans 8 in the SBICS

Romans 8 in the SBIDS

Romans 8 in the SBIGS

Romans 8 in the SBIHS

Romans 8 in the SBIIS

Romans 8 in the SBIIS2

Romans 8 in the SBIIS3

Romans 8 in the SBIKS

Romans 8 in the SBIKS2

Romans 8 in the SBIMS

Romans 8 in the SBIOS

Romans 8 in the SBIPS

Romans 8 in the SBISS

Romans 8 in the SBITS

Romans 8 in the SBITS2

Romans 8 in the SBITS3

Romans 8 in the SBITS4

Romans 8 in the SBIUS

Romans 8 in the SBIVS

Romans 8 in the SBT

Romans 8 in the SBT1E

Romans 8 in the SCHL

Romans 8 in the SNT

Romans 8 in the SUSU

Romans 8 in the SUSU2

Romans 8 in the SYNO

Romans 8 in the TBIAOTANT

Romans 8 in the TBT1E

Romans 8 in the TBT1E2

Romans 8 in the TFTIP

Romans 8 in the TFTU

Romans 8 in the THAI

Romans 8 in the TNFD

Romans 8 in the TNT

Romans 8 in the TNTIK

Romans 8 in the TNTIL

Romans 8 in the TNTIN

Romans 8 in the TNTIP

Romans 8 in the TNTIZ

Romans 8 in the TOMA

Romans 8 in the TTENT

Romans 8 in the UBG

Romans 8 in the UGV

Romans 8 in the UGV2

Romans 8 in the UGV3

Romans 8 in the VBL

Romans 8 in the VDCC

Romans 8 in the YALU

Romans 8 in the YAPE

Romans 8 in the YBVTP

Romans 8 in the ZBP