1 Corinthians 14 (TGNTATF3T)

1 Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. 2 Ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ τῷ Θεῷ, οὐδεὶς γὰρ ἀκούει· πνεύματι δὲ λαλεῖ μυστήρια. 3 Ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. 4 Ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. 5 Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις (ἐκτὸς εἰ μὴ διερμηνεύει), ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. 6 Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει, ἢ ἐν γνώσει, ἢ ἐν προφητείᾳ, ἢ ἐν διδαχῇ; 7 Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα· ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; 8 Καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; 9 Οὕτως καὶ ὑμεῖς· διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. 10 Τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον. 11 Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. 12 Οὕτως καὶ ὑμεῖς· ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε, ἵνα περισσεύητε. 13 Διόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. 14 Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. 15 Τί οὖν ἐστιν; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. 16 Ἐπεί, ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου, πῶς ἐρεῖ τὸ «Ἀμὴν» ἐπὶ τῇ σῇ εὐχαριστίᾳ, ἐπειδὴ τί λέγεις οὐκ οἶδεν; 17 Σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾿ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. 18 Εὐχαριστῶ τῷ Θεῷ μου πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν, 19 ἀλλ᾿ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. 20 Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν—ἀλλά, τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. 21 Ἐν τῷ νόμῳ γέγραπται ὅτι· «Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾿ οὕτως εἰσακούσονταί μου,» λέγει Κύριος. 22 Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν, οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις· ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. 23 Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες γλώσσαις λαλῶσιν, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; 24 Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων. 25 Καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως, πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ, ἀπαγγέλλων ὅτι, «Ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν.» 26 Τί οὖν ἐστιν, ἀδελφοί; Ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει. Πάντα πρὸς οἰκοδομὴν γινέσθω. 27 Εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω. 28 Ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ· ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ. 29 Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν. 30 Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. 31 Δύνασθε γὰρ καθ᾿ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται. 32 Καί, πνεύματα προφητῶν προφήταις ὑποτάσσεται. 33 Οὐ γὰρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς ἀλλ᾿ εἰρήνης.Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων, 34 αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ἐπιτέτραπται αὐταῖς λαλεῖν, ἀλλ᾿ ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. 35 Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναιξὶν ἐν ἐκκλησίᾳ λαλεῖν. 36 Ἢ ἀφ᾿ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν; Ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; 37 Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι Κυρίου εἰσὶν ἐντολαί. 38 Εἰ δέ τις ἀγνοεῖ, ἀγνοείτω. 39 Ὥστε, ἀδελφοί, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν γλώσσαις μὴ κωλύετε. 40 Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.

In Other Versions

1 Corinthians 14 in the ANGEFD

1 Corinthians 14 in the ANTPNG2D

1 Corinthians 14 in the AS21

1 Corinthians 14 in the BAGH

1 Corinthians 14 in the BBPNG

1 Corinthians 14 in the BBT1E

1 Corinthians 14 in the BDS

1 Corinthians 14 in the BEV

1 Corinthians 14 in the BHAD

1 Corinthians 14 in the BIB

1 Corinthians 14 in the BLPT

1 Corinthians 14 in the BNT

1 Corinthians 14 in the BNTABOOT

1 Corinthians 14 in the BNTLV

1 Corinthians 14 in the BOATCB

1 Corinthians 14 in the BOATCB2

1 Corinthians 14 in the BOBCV

1 Corinthians 14 in the BOCNT

1 Corinthians 14 in the BOECS

1 Corinthians 14 in the BOGWICC

1 Corinthians 14 in the BOHCB

1 Corinthians 14 in the BOHCV

1 Corinthians 14 in the BOHLNT

1 Corinthians 14 in the BOHNTLTAL

1 Corinthians 14 in the BOICB

1 Corinthians 14 in the BOILNTAP

1 Corinthians 14 in the BOITCV

1 Corinthians 14 in the BOKCV

1 Corinthians 14 in the BOKCV2

1 Corinthians 14 in the BOKHWOG

1 Corinthians 14 in the BOKSSV

1 Corinthians 14 in the BOLCB

1 Corinthians 14 in the BOLCB2

1 Corinthians 14 in the BOMCV

1 Corinthians 14 in the BONAV

1 Corinthians 14 in the BONCB

1 Corinthians 14 in the BONLT

1 Corinthians 14 in the BONUT2

1 Corinthians 14 in the BOPLNT

1 Corinthians 14 in the BOSCB

1 Corinthians 14 in the BOSNC

1 Corinthians 14 in the BOTLNT

1 Corinthians 14 in the BOVCB

1 Corinthians 14 in the BOYCB

1 Corinthians 14 in the BPBB

1 Corinthians 14 in the BPH

1 Corinthians 14 in the BSB

1 Corinthians 14 in the CCB

1 Corinthians 14 in the CUV

1 Corinthians 14 in the CUVS

1 Corinthians 14 in the DBT

1 Corinthians 14 in the DGDNT

1 Corinthians 14 in the DHNT

1 Corinthians 14 in the DNT

1 Corinthians 14 in the ELBE

1 Corinthians 14 in the EMTV

1 Corinthians 14 in the ESV

1 Corinthians 14 in the FBV

1 Corinthians 14 in the FEB

1 Corinthians 14 in the GGMNT

1 Corinthians 14 in the GNT

1 Corinthians 14 in the HARY

1 Corinthians 14 in the HNT

1 Corinthians 14 in the IRVA

1 Corinthians 14 in the IRVB

1 Corinthians 14 in the IRVG

1 Corinthians 14 in the IRVH

1 Corinthians 14 in the IRVK

1 Corinthians 14 in the IRVM

1 Corinthians 14 in the IRVM2

1 Corinthians 14 in the IRVO

1 Corinthians 14 in the IRVP

1 Corinthians 14 in the IRVT

1 Corinthians 14 in the IRVT2

1 Corinthians 14 in the IRVU

1 Corinthians 14 in the ISVN

1 Corinthians 14 in the JSNT

1 Corinthians 14 in the KAPI

1 Corinthians 14 in the KBT1ETNIK

1 Corinthians 14 in the KBV

1 Corinthians 14 in the KJV

1 Corinthians 14 in the KNFD

1 Corinthians 14 in the LBA

1 Corinthians 14 in the LBLA

1 Corinthians 14 in the LNT

1 Corinthians 14 in the LSV

1 Corinthians 14 in the MAAL

1 Corinthians 14 in the MBV

1 Corinthians 14 in the MBV2

1 Corinthians 14 in the MHNT

1 Corinthians 14 in the MKNFD

1 Corinthians 14 in the MNG

1 Corinthians 14 in the MNT

1 Corinthians 14 in the MNT2

1 Corinthians 14 in the MRS1T

1 Corinthians 14 in the NAA

1 Corinthians 14 in the NASB

1 Corinthians 14 in the NBLA

1 Corinthians 14 in the NBS

1 Corinthians 14 in the NBVTP

1 Corinthians 14 in the NET2

1 Corinthians 14 in the NIV11

1 Corinthians 14 in the NNT

1 Corinthians 14 in the NNT2

1 Corinthians 14 in the NNT3

1 Corinthians 14 in the PDDPT

1 Corinthians 14 in the PFNT

1 Corinthians 14 in the RMNT

1 Corinthians 14 in the SBIAS

1 Corinthians 14 in the SBIBS

1 Corinthians 14 in the SBIBS2

1 Corinthians 14 in the SBICS

1 Corinthians 14 in the SBIDS

1 Corinthians 14 in the SBIGS

1 Corinthians 14 in the SBIHS

1 Corinthians 14 in the SBIIS

1 Corinthians 14 in the SBIIS2

1 Corinthians 14 in the SBIIS3

1 Corinthians 14 in the SBIKS

1 Corinthians 14 in the SBIKS2

1 Corinthians 14 in the SBIMS

1 Corinthians 14 in the SBIOS

1 Corinthians 14 in the SBIPS

1 Corinthians 14 in the SBISS

1 Corinthians 14 in the SBITS

1 Corinthians 14 in the SBITS2

1 Corinthians 14 in the SBITS3

1 Corinthians 14 in the SBITS4

1 Corinthians 14 in the SBIUS

1 Corinthians 14 in the SBIVS

1 Corinthians 14 in the SBT

1 Corinthians 14 in the SBT1E

1 Corinthians 14 in the SCHL

1 Corinthians 14 in the SNT

1 Corinthians 14 in the SUSU

1 Corinthians 14 in the SUSU2

1 Corinthians 14 in the SYNO

1 Corinthians 14 in the TBIAOTANT

1 Corinthians 14 in the TBT1E

1 Corinthians 14 in the TBT1E2

1 Corinthians 14 in the TFTIP

1 Corinthians 14 in the TFTU

1 Corinthians 14 in the THAI

1 Corinthians 14 in the TNFD

1 Corinthians 14 in the TNT

1 Corinthians 14 in the TNTIK

1 Corinthians 14 in the TNTIL

1 Corinthians 14 in the TNTIN

1 Corinthians 14 in the TNTIP

1 Corinthians 14 in the TNTIZ

1 Corinthians 14 in the TOMA

1 Corinthians 14 in the TTENT

1 Corinthians 14 in the UBG

1 Corinthians 14 in the UGV

1 Corinthians 14 in the UGV2

1 Corinthians 14 in the UGV3

1 Corinthians 14 in the VBL

1 Corinthians 14 in the VDCC

1 Corinthians 14 in the YALU

1 Corinthians 14 in the YAPE

1 Corinthians 14 in the YBVTP

1 Corinthians 14 in the ZBP