Acts 5 (TGNTATF3T)

1 Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν Σαπφείρα τῇ γυναικὶ αὐτοῦ, ἐπώλησεν κτῆμα 2 καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς αὐτοῦ· καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. 3 Εἶπεν δὲ Πέτρος· «Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ Ἅγιον καὶ νοσφίσασθαι σε ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; 4 Οὐχὶ μένον σοὶ ἔμενεν, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις ἀλλὰ τῷ Θεῷ.» 5 Ἀκούων δὲ ὁ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν. (Καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.) 6 Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν καὶ ἐξενέγκαντες ἔθαψαν. 7 Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ, μὴ εἰδυῖα τὸ γεγονός, εἰσῆλθεν. 8 Ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος, «Εἰπέ μοι εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε.» Ἡ δὲ εἶπεν, «Ναί, τοσούτου.» 9 Ὁ δὲ Πέτρος εἶπεν πρὸς αὐτήν· «Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ Πνεῦμα Κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσίν σε.» 10 Ἔπεσεν δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. 11 Καὶ ἐγένετο φόβος μέγας ἐφ᾿ ὅλην τὴν ἐκκλησίαν καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. 12 Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγένετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ Στοᾷ Σολομῶνος. 13 Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾿ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. 14 Μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν, 15 ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου τοῦ Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. 16 Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο ἅπαντες. 17 Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ (ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων)· ἐπλήσθησαν ζήλου 18 καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. 19 Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξεν τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπεν, 20 «Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.» 21 Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον.Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον, καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς. 22 Οἱ δὲ παραγενόμενοι ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ, ἀναστρέψαντες δὲ ἀπήγγειλαν, 23 λέγοντες ὅτι «Τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν, ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν.» 24 Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν τί ἂν γένοιτο τοῦτο. 25 Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς ὅτι «Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν.» 26 Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, ἵνα μὴ λιθασθῶσιν. 27 Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ· καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς 28 λέγων· «Οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδού, πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾿ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου.» 29 Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· «Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. 30 Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου. 31 Τοῦτον ὁ Θεὸς Ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, δοῦναι μετάνοιαν τῷ Ἰσραήλ, καὶ ἄφεσιν ἁμαρτιῶν. 32 Καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.» 33 Οἱ δὲ ἀκούοντες διεπρίοντο καὶ ἐβουλεύοντο ἀνελεῖν αὐτούς. 34 Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ (Φαρισαῖος ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῷ λαῷ), ἐκέλευσεν ἔξω βραχύ τι τοὺς ἀποστόλους, ποιῆσαι. 35 Εἶπέν τε πρὸς αὐτούς· «Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. 36 Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν· ᾧ προσεκλίθη ἀριθμὸς ἀνδρῶν ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. 37 Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος, ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησεν λαὸν ἱκανὸν ὀπίσω αὐτοῦ. Κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. 38 Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἐάσατε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· 39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτό—μήποτε καὶ θεομάχοι εὑρεθῆτε.» 40 Ἐπείσθησαν δὲ αὐτῷ, καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δήραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. 41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. 42 Πᾶσαν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾿ οἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.

In Other Versions

Acts 5 in the ANGEFD

Acts 5 in the ANTPNG2D

Acts 5 in the AS21

Acts 5 in the BAGH

Acts 5 in the BBPNG

Acts 5 in the BBT1E

Acts 5 in the BDS

Acts 5 in the BEV

Acts 5 in the BHAD

Acts 5 in the BIB

Acts 5 in the BLPT

Acts 5 in the BNT

Acts 5 in the BNTABOOT

Acts 5 in the BNTLV

Acts 5 in the BOATCB

Acts 5 in the BOATCB2

Acts 5 in the BOBCV

Acts 5 in the BOCNT

Acts 5 in the BOECS

Acts 5 in the BOGWICC

Acts 5 in the BOHCB

Acts 5 in the BOHCV

Acts 5 in the BOHLNT

Acts 5 in the BOHNTLTAL

Acts 5 in the BOICB

Acts 5 in the BOILNTAP

Acts 5 in the BOITCV

Acts 5 in the BOKCV

Acts 5 in the BOKCV2

Acts 5 in the BOKHWOG

Acts 5 in the BOKSSV

Acts 5 in the BOLCB

Acts 5 in the BOLCB2

Acts 5 in the BOMCV

Acts 5 in the BONAV

Acts 5 in the BONCB

Acts 5 in the BONLT

Acts 5 in the BONUT2

Acts 5 in the BOPLNT

Acts 5 in the BOSCB

Acts 5 in the BOSNC

Acts 5 in the BOTLNT

Acts 5 in the BOVCB

Acts 5 in the BOYCB

Acts 5 in the BPBB

Acts 5 in the BPH

Acts 5 in the BSB

Acts 5 in the CCB

Acts 5 in the CUV

Acts 5 in the CUVS

Acts 5 in the DBT

Acts 5 in the DGDNT

Acts 5 in the DHNT

Acts 5 in the DNT

Acts 5 in the ELBE

Acts 5 in the EMTV

Acts 5 in the ESV

Acts 5 in the FBV

Acts 5 in the FEB

Acts 5 in the GGMNT

Acts 5 in the GNT

Acts 5 in the HARY

Acts 5 in the HNT

Acts 5 in the IRVA

Acts 5 in the IRVB

Acts 5 in the IRVG

Acts 5 in the IRVH

Acts 5 in the IRVK

Acts 5 in the IRVM

Acts 5 in the IRVM2

Acts 5 in the IRVO

Acts 5 in the IRVP

Acts 5 in the IRVT

Acts 5 in the IRVT2

Acts 5 in the IRVU

Acts 5 in the ISVN

Acts 5 in the JSNT

Acts 5 in the KAPI

Acts 5 in the KBT1ETNIK

Acts 5 in the KBV

Acts 5 in the KJV

Acts 5 in the KNFD

Acts 5 in the LBA

Acts 5 in the LBLA

Acts 5 in the LNT

Acts 5 in the LSV

Acts 5 in the MAAL

Acts 5 in the MBV

Acts 5 in the MBV2

Acts 5 in the MHNT

Acts 5 in the MKNFD

Acts 5 in the MNG

Acts 5 in the MNT

Acts 5 in the MNT2

Acts 5 in the MRS1T

Acts 5 in the NAA

Acts 5 in the NASB

Acts 5 in the NBLA

Acts 5 in the NBS

Acts 5 in the NBVTP

Acts 5 in the NET2

Acts 5 in the NIV11

Acts 5 in the NNT

Acts 5 in the NNT2

Acts 5 in the NNT3

Acts 5 in the PDDPT

Acts 5 in the PFNT

Acts 5 in the RMNT

Acts 5 in the SBIAS

Acts 5 in the SBIBS

Acts 5 in the SBIBS2

Acts 5 in the SBICS

Acts 5 in the SBIDS

Acts 5 in the SBIGS

Acts 5 in the SBIHS

Acts 5 in the SBIIS

Acts 5 in the SBIIS2

Acts 5 in the SBIIS3

Acts 5 in the SBIKS

Acts 5 in the SBIKS2

Acts 5 in the SBIMS

Acts 5 in the SBIOS

Acts 5 in the SBIPS

Acts 5 in the SBISS

Acts 5 in the SBITS

Acts 5 in the SBITS2

Acts 5 in the SBITS3

Acts 5 in the SBITS4

Acts 5 in the SBIUS

Acts 5 in the SBIVS

Acts 5 in the SBT

Acts 5 in the SBT1E

Acts 5 in the SCHL

Acts 5 in the SNT

Acts 5 in the SUSU

Acts 5 in the SUSU2

Acts 5 in the SYNO

Acts 5 in the TBIAOTANT

Acts 5 in the TBT1E

Acts 5 in the TBT1E2

Acts 5 in the TFTIP

Acts 5 in the TFTU

Acts 5 in the THAI

Acts 5 in the TNFD

Acts 5 in the TNT

Acts 5 in the TNTIK

Acts 5 in the TNTIL

Acts 5 in the TNTIN

Acts 5 in the TNTIP

Acts 5 in the TNTIZ

Acts 5 in the TOMA

Acts 5 in the TTENT

Acts 5 in the UBG

Acts 5 in the UGV

Acts 5 in the UGV2

Acts 5 in the UGV3

Acts 5 in the VBL

Acts 5 in the VDCC

Acts 5 in the YALU

Acts 5 in the YAPE

Acts 5 in the YBVTP

Acts 5 in the ZBP