Ephesians 4 (TGNTATF3T)
1 Παρακαλῶ οὖν ὑμᾶς ἐγώ, ὁ δέσμιος ἐν Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, 2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πρᾳότητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, 3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. 4 Ἓν σῶμα καὶ ἓν Πνεῦμα (καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν), 5 εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, 6 εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ἡμῖν. 7 Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. 8 Διὸ λέγει, «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις.» 9 (Τὸ δὲ ‹ἀνέβη› τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; 10 Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.) 11 Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, 13 μέχρι καταντήσομεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ· 14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης· 15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστιν ἡ κεφαλή, ὁ Χριστός· 16 ἐξ οὗ πᾶν τὸ σῶμα, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ᾿ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. 17 Τοῦτο οὖν, λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ· μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, 18 ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, 19 οἵτινες, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. 20 Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν— 21 εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε (καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ)· 22 ἀποθέσθαι ὑμᾶς, κατὰ τὴν προτέραν ἀναστροφήν, τὸν παλαιὸν ἄνθρωπον (τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης), 23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, 24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα, ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. 25 Διό, ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26 Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν, 27 μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. 28 Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσίν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29 Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ᾿ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομήν, τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30 Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31 Πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ᾿ ὑμῶν, σὺν πάσῃ κακίᾳ. 32 Γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.
In Other Versions
Ephesians 4 in the ANGEFD
Ephesians 4 in the ANTPNG2D
Ephesians 4 in the AS21
Ephesians 4 in the BAGH
Ephesians 4 in the BBPNG
Ephesians 4 in the BBT1E
Ephesians 4 in the BDS
Ephesians 4 in the BEV
Ephesians 4 in the BHAD
Ephesians 4 in the BIB
Ephesians 4 in the BLPT
Ephesians 4 in the BNT
Ephesians 4 in the BNTABOOT
Ephesians 4 in the BNTLV
Ephesians 4 in the BOATCB
Ephesians 4 in the BOATCB2
Ephesians 4 in the BOBCV
Ephesians 4 in the BOCNT
Ephesians 4 in the BOECS
Ephesians 4 in the BOGWICC
Ephesians 4 in the BOHCB
Ephesians 4 in the BOHCV
Ephesians 4 in the BOHLNT
Ephesians 4 in the BOHNTLTAL
Ephesians 4 in the BOICB
Ephesians 4 in the BOILNTAP
Ephesians 4 in the BOITCV
Ephesians 4 in the BOKCV
Ephesians 4 in the BOKCV2
Ephesians 4 in the BOKHWOG
Ephesians 4 in the BOKSSV
Ephesians 4 in the BOLCB
Ephesians 4 in the BOLCB2
Ephesians 4 in the BOMCV
Ephesians 4 in the BONAV
Ephesians 4 in the BONCB
Ephesians 4 in the BONLT
Ephesians 4 in the BONUT2
Ephesians 4 in the BOPLNT
Ephesians 4 in the BOSCB
Ephesians 4 in the BOSNC
Ephesians 4 in the BOTLNT
Ephesians 4 in the BOVCB
Ephesians 4 in the BOYCB
Ephesians 4 in the BPBB
Ephesians 4 in the BPH
Ephesians 4 in the BSB
Ephesians 4 in the CCB
Ephesians 4 in the CUV
Ephesians 4 in the CUVS
Ephesians 4 in the DBT
Ephesians 4 in the DGDNT
Ephesians 4 in the DHNT
Ephesians 4 in the DNT
Ephesians 4 in the ELBE
Ephesians 4 in the EMTV
Ephesians 4 in the ESV
Ephesians 4 in the FBV
Ephesians 4 in the FEB
Ephesians 4 in the GGMNT
Ephesians 4 in the GNT
Ephesians 4 in the HARY
Ephesians 4 in the HNT
Ephesians 4 in the IRVA
Ephesians 4 in the IRVB
Ephesians 4 in the IRVG
Ephesians 4 in the IRVH
Ephesians 4 in the IRVK
Ephesians 4 in the IRVM
Ephesians 4 in the IRVM2
Ephesians 4 in the IRVO
Ephesians 4 in the IRVP
Ephesians 4 in the IRVT
Ephesians 4 in the IRVT2
Ephesians 4 in the IRVU
Ephesians 4 in the ISVN
Ephesians 4 in the JSNT
Ephesians 4 in the KAPI
Ephesians 4 in the KBT1ETNIK
Ephesians 4 in the KBV
Ephesians 4 in the KJV
Ephesians 4 in the KNFD
Ephesians 4 in the LBA
Ephesians 4 in the LBLA
Ephesians 4 in the LNT
Ephesians 4 in the LSV
Ephesians 4 in the MAAL
Ephesians 4 in the MBV
Ephesians 4 in the MBV2
Ephesians 4 in the MHNT
Ephesians 4 in the MKNFD
Ephesians 4 in the MNG
Ephesians 4 in the MNT
Ephesians 4 in the MNT2
Ephesians 4 in the MRS1T
Ephesians 4 in the NAA
Ephesians 4 in the NASB
Ephesians 4 in the NBLA
Ephesians 4 in the NBS
Ephesians 4 in the NBVTP
Ephesians 4 in the NET2
Ephesians 4 in the NIV11
Ephesians 4 in the NNT
Ephesians 4 in the NNT2
Ephesians 4 in the NNT3
Ephesians 4 in the PDDPT
Ephesians 4 in the PFNT
Ephesians 4 in the RMNT
Ephesians 4 in the SBIAS
Ephesians 4 in the SBIBS
Ephesians 4 in the SBIBS2
Ephesians 4 in the SBICS
Ephesians 4 in the SBIDS
Ephesians 4 in the SBIGS
Ephesians 4 in the SBIHS
Ephesians 4 in the SBIIS
Ephesians 4 in the SBIIS2
Ephesians 4 in the SBIIS3
Ephesians 4 in the SBIKS
Ephesians 4 in the SBIKS2
Ephesians 4 in the SBIMS
Ephesians 4 in the SBIOS
Ephesians 4 in the SBIPS
Ephesians 4 in the SBISS
Ephesians 4 in the SBITS
Ephesians 4 in the SBITS2
Ephesians 4 in the SBITS3
Ephesians 4 in the SBITS4
Ephesians 4 in the SBIUS
Ephesians 4 in the SBIVS
Ephesians 4 in the SBT
Ephesians 4 in the SBT1E
Ephesians 4 in the SCHL
Ephesians 4 in the SNT
Ephesians 4 in the SUSU
Ephesians 4 in the SUSU2
Ephesians 4 in the SYNO
Ephesians 4 in the TBIAOTANT
Ephesians 4 in the TBT1E
Ephesians 4 in the TBT1E2
Ephesians 4 in the TFTIP
Ephesians 4 in the TFTU
Ephesians 4 in the THAI
Ephesians 4 in the TNFD
Ephesians 4 in the TNT
Ephesians 4 in the TNTIK
Ephesians 4 in the TNTIL
Ephesians 4 in the TNTIN
Ephesians 4 in the TNTIP
Ephesians 4 in the TNTIZ
Ephesians 4 in the TOMA
Ephesians 4 in the TTENT
Ephesians 4 in the UBG
Ephesians 4 in the UGV
Ephesians 4 in the UGV2
Ephesians 4 in the UGV3
Ephesians 4 in the VBL
Ephesians 4 in the VDCC
Ephesians 4 in the YALU
Ephesians 4 in the YAPE
Ephesians 4 in the YBVTP
Ephesians 4 in the ZBP