Hebrews 7 (TGNTATF3T)
1 Οὗτος γὰρ ὁ Μελχισεδέκ—βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἁβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν, 2 ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἁβραάμ (πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης), 3 ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος· μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ—μένει ἱερεὺς εἰς τὸ διηνεκές. 4 Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἁβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης· 5 Καί, οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαόν, κατὰ τὸν νόμον—τοῦτ᾿ ἔστιν, τοὺς ἀδελφοὺς αὐτῶν—καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἁβραάμ· 6 ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν τὸν Ἁβραὰμ καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν. 7 Χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. 8 Καί, ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν, ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ 9 —καὶ ὡς ἔπος εἰπεῖν, διὰ Ἁβραὰμ καὶ Λευΐ, ὁ δεκάτας λαμβάνων, δεδεκάτωται, 10 ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέκ. 11 Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευϊτικῆς ἱερωσύνης ἦν (ὁ λαὸς γὰρ ἐπ᾿ αὐτῇ νενομοθέτητο), τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἕτερον ἀνίστασθαι ἱερέα, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; 12 (Μετατιθεμένης γὰρ τῆς ἱερωσύνης, ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.) 13 Ἐφ᾿ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾿ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ. 14 Πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωϋσῆς, ἐλάλησεν. 15 Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν εἰ κατὰ τὴν ὁμοιότητα Μελχισεδὲκ ἀνίσταται ἱερεὺς ἕτερος, 16 ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκινῆς γέγονεν, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. 17 Μαρτυρεῖ γὰρ ὅτι «Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.» 18 Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές 19 (οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος), ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾿ ἧς ἐγγίζομεν τῷ Θεῷ. 20 Καί, καθ᾿ ὅσον οὐ χωρὶς ὁρκωμοσίας 21 —οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· «Ὤμοσεν Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»— 22 κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. 23 Καί, οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· 24 ὁ δέ, διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. 25 Ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾿ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. 26 Τοιοῦτος γὰρ ἡμῖν ἔπρεπεν ἀρχιερεύς—ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος— 27 ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. 28 Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας, τῆς μετὰ τὸν νόμον, Υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον.
In Other Versions
Hebrews 7 in the ANGEFD
Hebrews 7 in the ANTPNG2D
Hebrews 7 in the AS21
Hebrews 7 in the BAGH
Hebrews 7 in the BBPNG
Hebrews 7 in the BBT1E
Hebrews 7 in the BDS
Hebrews 7 in the BEV
Hebrews 7 in the BHAD
Hebrews 7 in the BIB
Hebrews 7 in the BLPT
Hebrews 7 in the BNT
Hebrews 7 in the BNTABOOT
Hebrews 7 in the BNTLV
Hebrews 7 in the BOATCB
Hebrews 7 in the BOATCB2
Hebrews 7 in the BOBCV
Hebrews 7 in the BOCNT
Hebrews 7 in the BOECS
Hebrews 7 in the BOGWICC
Hebrews 7 in the BOHCB
Hebrews 7 in the BOHCV
Hebrews 7 in the BOHLNT
Hebrews 7 in the BOHNTLTAL
Hebrews 7 in the BOICB
Hebrews 7 in the BOILNTAP
Hebrews 7 in the BOITCV
Hebrews 7 in the BOKCV
Hebrews 7 in the BOKCV2
Hebrews 7 in the BOKHWOG
Hebrews 7 in the BOKSSV
Hebrews 7 in the BOLCB
Hebrews 7 in the BOLCB2
Hebrews 7 in the BOMCV
Hebrews 7 in the BONAV
Hebrews 7 in the BONCB
Hebrews 7 in the BONLT
Hebrews 7 in the BONUT2
Hebrews 7 in the BOPLNT
Hebrews 7 in the BOSCB
Hebrews 7 in the BOSNC
Hebrews 7 in the BOTLNT
Hebrews 7 in the BOVCB
Hebrews 7 in the BOYCB
Hebrews 7 in the BPBB
Hebrews 7 in the BPH
Hebrews 7 in the BSB
Hebrews 7 in the CCB
Hebrews 7 in the CUV
Hebrews 7 in the CUVS
Hebrews 7 in the DBT
Hebrews 7 in the DGDNT
Hebrews 7 in the DHNT
Hebrews 7 in the DNT
Hebrews 7 in the ELBE
Hebrews 7 in the EMTV
Hebrews 7 in the ESV
Hebrews 7 in the FBV
Hebrews 7 in the FEB
Hebrews 7 in the GGMNT
Hebrews 7 in the GNT
Hebrews 7 in the HARY
Hebrews 7 in the HNT
Hebrews 7 in the IRVA
Hebrews 7 in the IRVB
Hebrews 7 in the IRVG
Hebrews 7 in the IRVH
Hebrews 7 in the IRVK
Hebrews 7 in the IRVM
Hebrews 7 in the IRVM2
Hebrews 7 in the IRVO
Hebrews 7 in the IRVP
Hebrews 7 in the IRVT
Hebrews 7 in the IRVT2
Hebrews 7 in the IRVU
Hebrews 7 in the ISVN
Hebrews 7 in the JSNT
Hebrews 7 in the KAPI
Hebrews 7 in the KBT1ETNIK
Hebrews 7 in the KBV
Hebrews 7 in the KJV
Hebrews 7 in the KNFD
Hebrews 7 in the LBA
Hebrews 7 in the LBLA
Hebrews 7 in the LNT
Hebrews 7 in the LSV
Hebrews 7 in the MAAL
Hebrews 7 in the MBV
Hebrews 7 in the MBV2
Hebrews 7 in the MHNT
Hebrews 7 in the MKNFD
Hebrews 7 in the MNG
Hebrews 7 in the MNT
Hebrews 7 in the MNT2
Hebrews 7 in the MRS1T
Hebrews 7 in the NAA
Hebrews 7 in the NASB
Hebrews 7 in the NBLA
Hebrews 7 in the NBS
Hebrews 7 in the NBVTP
Hebrews 7 in the NET2
Hebrews 7 in the NIV11
Hebrews 7 in the NNT
Hebrews 7 in the NNT2
Hebrews 7 in the NNT3
Hebrews 7 in the PDDPT
Hebrews 7 in the PFNT
Hebrews 7 in the RMNT
Hebrews 7 in the SBIAS
Hebrews 7 in the SBIBS
Hebrews 7 in the SBIBS2
Hebrews 7 in the SBICS
Hebrews 7 in the SBIDS
Hebrews 7 in the SBIGS
Hebrews 7 in the SBIHS
Hebrews 7 in the SBIIS
Hebrews 7 in the SBIIS2
Hebrews 7 in the SBIIS3
Hebrews 7 in the SBIKS
Hebrews 7 in the SBIKS2
Hebrews 7 in the SBIMS
Hebrews 7 in the SBIOS
Hebrews 7 in the SBIPS
Hebrews 7 in the SBISS
Hebrews 7 in the SBITS
Hebrews 7 in the SBITS2
Hebrews 7 in the SBITS3
Hebrews 7 in the SBITS4
Hebrews 7 in the SBIUS
Hebrews 7 in the SBIVS
Hebrews 7 in the SBT
Hebrews 7 in the SBT1E
Hebrews 7 in the SCHL
Hebrews 7 in the SNT
Hebrews 7 in the SUSU
Hebrews 7 in the SUSU2
Hebrews 7 in the SYNO
Hebrews 7 in the TBIAOTANT
Hebrews 7 in the TBT1E
Hebrews 7 in the TBT1E2
Hebrews 7 in the TFTIP
Hebrews 7 in the TFTU
Hebrews 7 in the THAI
Hebrews 7 in the TNFD
Hebrews 7 in the TNT
Hebrews 7 in the TNTIK
Hebrews 7 in the TNTIL
Hebrews 7 in the TNTIN
Hebrews 7 in the TNTIP
Hebrews 7 in the TNTIZ
Hebrews 7 in the TOMA
Hebrews 7 in the TTENT
Hebrews 7 in the UBG
Hebrews 7 in the UGV
Hebrews 7 in the UGV2
Hebrews 7 in the UGV3
Hebrews 7 in the VBL
Hebrews 7 in the VDCC
Hebrews 7 in the YALU
Hebrews 7 in the YAPE
Hebrews 7 in the YBVTP
Hebrews 7 in the ZBP