John 16 (TGNTATF3T)

1 »Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε 2 —ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾿ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 3 Καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα οὐδὲ ἐμέ. 4 Ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα, μνημονεύητε αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον ὅτι μεθ᾿ ὑμῶν ἤμην. 5 »Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, ‹Ποῦ ὑπάγεις;› 6 Ἀλλ᾿ ὅτι ταῦτα λελάληκα ὑμῖν, ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. 7 Ἀλλ᾿ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν· Συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. 8 »Καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· 9 περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· 10 περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν Πατέρα μου ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· 11 περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. 12 »Ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι. 13 Ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ Πνεῦμα τῆς Ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν· οὐ γὰρ λαλήσει ἀφ᾿ ἑαυτοῦ, ἀλλ᾿ ὅσα ἂν ἀκούσῃ λαλήσει· καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. 14 Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. 15 Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. 16 »Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ὑπάγω πρὸς τὸν Πατέρα.» 17 Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· «Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν, ‹Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με,› καὶ ὅτι ‹Ἐγὼ ὑπάγω πρὸς τὸν Πατέρα›;» 18 Ἔλεγον οὖν· «Τοῦτο τί ἐστιν ὃ λέγει, ‹τὸ μικρόν›; Οὐκ οἴδαμεν τί λαλεῖ.» 19 Ἔγνω οὖν ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· «Περὶ τούτου ζητεῖτε μετ᾿ ἀλλήλων ὅτι εἶπον, ‹Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με;› 20 Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾿ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. 21 Ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως, διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 Καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾿ ὑμῶν. 23 Καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν.»Ἀμήν, ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂν αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου δώσει ὑμῖν. 24 Ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου. Αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. 25 »Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν, ἀλλ᾿ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ Πατρὸς ἀναγγελῶ ὑμῖν. 26 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν Πατέρα περὶ ὑμῶν· 27 αὐτὸς γὰρ ὁ Πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον. 28 Ἐξῆλθον παρὰ τοῦ Πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον. Πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν Πατέρα.» 29 Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· «Ἴδε, νῦν παρρησίᾳ λαλεῖς καὶ παροιμίαν οὐδεμίαν λέγεις. 30 Νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. Ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες.» 31 Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· «Ἄρτι πιστεύετε; 32 Ἰδού, ἔρχεται ὥρα καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε. Καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατὴρ μετ᾿ ἐμοῦ ἐστιν. 33 Ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. Ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.»

In Other Versions

John 16 in the ANGEFD

John 16 in the ANTPNG2D

John 16 in the AS21

John 16 in the BAGH

John 16 in the BBPNG

John 16 in the BBT1E

John 16 in the BDS

John 16 in the BEV

John 16 in the BHAD

John 16 in the BIB

John 16 in the BLPT

John 16 in the BNT

John 16 in the BNTABOOT

John 16 in the BNTLV

John 16 in the BOATCB

John 16 in the BOATCB2

John 16 in the BOBCV

John 16 in the BOCNT

John 16 in the BOECS

John 16 in the BOGWICC

John 16 in the BOHCB

John 16 in the BOHCV

John 16 in the BOHLNT

John 16 in the BOHNTLTAL

John 16 in the BOICB

John 16 in the BOILNTAP

John 16 in the BOITCV

John 16 in the BOKCV

John 16 in the BOKCV2

John 16 in the BOKHWOG

John 16 in the BOKSSV

John 16 in the BOLCB

John 16 in the BOLCB2

John 16 in the BOMCV

John 16 in the BONAV

John 16 in the BONCB

John 16 in the BONLT

John 16 in the BONUT2

John 16 in the BOPLNT

John 16 in the BOSCB

John 16 in the BOSNC

John 16 in the BOTLNT

John 16 in the BOVCB

John 16 in the BOYCB

John 16 in the BPBB

John 16 in the BPH

John 16 in the BSB

John 16 in the CCB

John 16 in the CUV

John 16 in the CUVS

John 16 in the DBT

John 16 in the DGDNT

John 16 in the DHNT

John 16 in the DNT

John 16 in the ELBE

John 16 in the EMTV

John 16 in the ESV

John 16 in the FBV

John 16 in the FEB

John 16 in the GGMNT

John 16 in the GNT

John 16 in the HARY

John 16 in the HNT

John 16 in the IRVA

John 16 in the IRVB

John 16 in the IRVG

John 16 in the IRVH

John 16 in the IRVK

John 16 in the IRVM

John 16 in the IRVM2

John 16 in the IRVO

John 16 in the IRVP

John 16 in the IRVT

John 16 in the IRVT2

John 16 in the IRVU

John 16 in the ISVN

John 16 in the JSNT

John 16 in the KAPI

John 16 in the KBT1ETNIK

John 16 in the KBV

John 16 in the KJV

John 16 in the KNFD

John 16 in the LBA

John 16 in the LBLA

John 16 in the LNT

John 16 in the LSV

John 16 in the MAAL

John 16 in the MBV

John 16 in the MBV2

John 16 in the MHNT

John 16 in the MKNFD

John 16 in the MNG

John 16 in the MNT

John 16 in the MNT2

John 16 in the MRS1T

John 16 in the NAA

John 16 in the NASB

John 16 in the NBLA

John 16 in the NBS

John 16 in the NBVTP

John 16 in the NET2

John 16 in the NIV11

John 16 in the NNT

John 16 in the NNT2

John 16 in the NNT3

John 16 in the PDDPT

John 16 in the PFNT

John 16 in the RMNT

John 16 in the SBIAS

John 16 in the SBIBS

John 16 in the SBIBS2

John 16 in the SBICS

John 16 in the SBIDS

John 16 in the SBIGS

John 16 in the SBIHS

John 16 in the SBIIS

John 16 in the SBIIS2

John 16 in the SBIIS3

John 16 in the SBIKS

John 16 in the SBIKS2

John 16 in the SBIMS

John 16 in the SBIOS

John 16 in the SBIPS

John 16 in the SBISS

John 16 in the SBITS

John 16 in the SBITS2

John 16 in the SBITS3

John 16 in the SBITS4

John 16 in the SBIUS

John 16 in the SBIVS

John 16 in the SBT

John 16 in the SBT1E

John 16 in the SCHL

John 16 in the SNT

John 16 in the SUSU

John 16 in the SUSU2

John 16 in the SYNO

John 16 in the TBIAOTANT

John 16 in the TBT1E

John 16 in the TBT1E2

John 16 in the TFTIP

John 16 in the TFTU

John 16 in the THAI

John 16 in the TNFD

John 16 in the TNT

John 16 in the TNTIK

John 16 in the TNTIL

John 16 in the TNTIN

John 16 in the TNTIP

John 16 in the TNTIZ

John 16 in the TOMA

John 16 in the TTENT

John 16 in the UBG

John 16 in the UGV

John 16 in the UGV2

John 16 in the UGV3

John 16 in the VBL

John 16 in the VDCC

John 16 in the YALU

John 16 in the YAPE

John 16 in the YBVTP

John 16 in the ZBP