Matthew 10 (TGNTATF3T)

1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσιν ταῦτα· πρῶτος Σίμων (ὁ λεγόμενος Πέτρος) καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος (ὁ τοῦ Ζεβεδαίου) καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος (ὁ τελώνης), Ἰάκωβος (ὁ τοῦ Ἀλφαίου) καὶ Λεββαῖος (ὁ ἐπικληθεὶς Θαδδαῖος), 4 Σίμων (ὁ Κανανίτης) καὶ Ἰούδας Ἰσκαριώτης (ὁ καὶ παραδοὺς αὐτόν). 5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. 6 Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7 Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι ‹Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.› 8 Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. 9 Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10 μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. 11 »Εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12 Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν· 13 καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. 14 Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15 Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. 16 »Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17 Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. 18 Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19 Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε, δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. 21 »Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 22 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 23 Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην. Ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου. 24 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. 25 Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; 26 Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 27 »Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28 Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ. 29 Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν. 30 Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. 31 Μὴ οὖν φοβηθῆτε· πολλῶ στρουθίων διαφέρετε ὑμεῖς. 32 »Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. 33 Ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. 34 »Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. 35 Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· 36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. 37 »Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· 38 καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος. 39 Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. 40 »Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41 Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. 42 Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον, εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.»

In Other Versions

Matthew 10 in the ANGEFD

Matthew 10 in the ANTPNG2D

Matthew 10 in the AS21

Matthew 10 in the BAGH

Matthew 10 in the BBPNG

Matthew 10 in the BBT1E

Matthew 10 in the BDS

Matthew 10 in the BEV

Matthew 10 in the BHAD

Matthew 10 in the BIB

Matthew 10 in the BLPT

Matthew 10 in the BNT

Matthew 10 in the BNTABOOT

Matthew 10 in the BNTLV

Matthew 10 in the BOATCB

Matthew 10 in the BOATCB2

Matthew 10 in the BOBCV

Matthew 10 in the BOCNT

Matthew 10 in the BOECS

Matthew 10 in the BOGWICC

Matthew 10 in the BOHCB

Matthew 10 in the BOHCV

Matthew 10 in the BOHLNT

Matthew 10 in the BOHNTLTAL

Matthew 10 in the BOICB

Matthew 10 in the BOILNTAP

Matthew 10 in the BOITCV

Matthew 10 in the BOKCV

Matthew 10 in the BOKCV2

Matthew 10 in the BOKHWOG

Matthew 10 in the BOKSSV

Matthew 10 in the BOLCB

Matthew 10 in the BOLCB2

Matthew 10 in the BOMCV

Matthew 10 in the BONAV

Matthew 10 in the BONCB

Matthew 10 in the BONLT

Matthew 10 in the BONUT2

Matthew 10 in the BOPLNT

Matthew 10 in the BOSCB

Matthew 10 in the BOSNC

Matthew 10 in the BOTLNT

Matthew 10 in the BOVCB

Matthew 10 in the BOYCB

Matthew 10 in the BPBB

Matthew 10 in the BPH

Matthew 10 in the BSB

Matthew 10 in the CCB

Matthew 10 in the CUV

Matthew 10 in the CUVS

Matthew 10 in the DBT

Matthew 10 in the DGDNT

Matthew 10 in the DHNT

Matthew 10 in the DNT

Matthew 10 in the ELBE

Matthew 10 in the EMTV

Matthew 10 in the ESV

Matthew 10 in the FBV

Matthew 10 in the FEB

Matthew 10 in the GGMNT

Matthew 10 in the GNT

Matthew 10 in the HARY

Matthew 10 in the HNT

Matthew 10 in the IRVA

Matthew 10 in the IRVB

Matthew 10 in the IRVG

Matthew 10 in the IRVH

Matthew 10 in the IRVK

Matthew 10 in the IRVM

Matthew 10 in the IRVM2

Matthew 10 in the IRVO

Matthew 10 in the IRVP

Matthew 10 in the IRVT

Matthew 10 in the IRVT2

Matthew 10 in the IRVU

Matthew 10 in the ISVN

Matthew 10 in the JSNT

Matthew 10 in the KAPI

Matthew 10 in the KBT1ETNIK

Matthew 10 in the KBV

Matthew 10 in the KJV

Matthew 10 in the KNFD

Matthew 10 in the LBA

Matthew 10 in the LBLA

Matthew 10 in the LNT

Matthew 10 in the LSV

Matthew 10 in the MAAL

Matthew 10 in the MBV

Matthew 10 in the MBV2

Matthew 10 in the MHNT

Matthew 10 in the MKNFD

Matthew 10 in the MNG

Matthew 10 in the MNT

Matthew 10 in the MNT2

Matthew 10 in the MRS1T

Matthew 10 in the NAA

Matthew 10 in the NASB

Matthew 10 in the NBLA

Matthew 10 in the NBS

Matthew 10 in the NBVTP

Matthew 10 in the NET2

Matthew 10 in the NIV11

Matthew 10 in the NNT

Matthew 10 in the NNT2

Matthew 10 in the NNT3

Matthew 10 in the PDDPT

Matthew 10 in the PFNT

Matthew 10 in the RMNT

Matthew 10 in the SBIAS

Matthew 10 in the SBIBS

Matthew 10 in the SBIBS2

Matthew 10 in the SBICS

Matthew 10 in the SBIDS

Matthew 10 in the SBIGS

Matthew 10 in the SBIHS

Matthew 10 in the SBIIS

Matthew 10 in the SBIIS2

Matthew 10 in the SBIIS3

Matthew 10 in the SBIKS

Matthew 10 in the SBIKS2

Matthew 10 in the SBIMS

Matthew 10 in the SBIOS

Matthew 10 in the SBIPS

Matthew 10 in the SBISS

Matthew 10 in the SBITS

Matthew 10 in the SBITS2

Matthew 10 in the SBITS3

Matthew 10 in the SBITS4

Matthew 10 in the SBIUS

Matthew 10 in the SBIVS

Matthew 10 in the SBT

Matthew 10 in the SBT1E

Matthew 10 in the SCHL

Matthew 10 in the SNT

Matthew 10 in the SUSU

Matthew 10 in the SUSU2

Matthew 10 in the SYNO

Matthew 10 in the TBIAOTANT

Matthew 10 in the TBT1E

Matthew 10 in the TBT1E2

Matthew 10 in the TFTIP

Matthew 10 in the TFTU

Matthew 10 in the THAI

Matthew 10 in the TNFD

Matthew 10 in the TNT

Matthew 10 in the TNTIK

Matthew 10 in the TNTIL

Matthew 10 in the TNTIN

Matthew 10 in the TNTIP

Matthew 10 in the TNTIZ

Matthew 10 in the TOMA

Matthew 10 in the TTENT

Matthew 10 in the UBG

Matthew 10 in the UGV

Matthew 10 in the UGV2

Matthew 10 in the UGV3

Matthew 10 in the VBL

Matthew 10 in the VDCC

Matthew 10 in the YALU

Matthew 10 in the YAPE

Matthew 10 in the YBVTP

Matthew 10 in the ZBP