Matthew 14 (TGNTATF3T)

1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, 2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, «Οὗτός ἐστιν Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.» 3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. 4 Ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης, «Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.» 5 Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβεῖτο τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6 Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδη. 7 Ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. 8 Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, «Δός μοι,» φησίν, «ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.» 9 Καὶ ἐλυπήθη ὁ βασιλεύς· διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσεν δοθῆναι. 10 Καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. 11 Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12 Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. 13 Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14 Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15 Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· «Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν. Ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.» 16 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν. Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» 17 Οἱ δὲ λέγουσιν αὐτῷ, «Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.» 18 Ὁ δὲ εἶπεν, «Φέρετέ μοι αὐτοὺς ὧδε.» 19 Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν· καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. 21 Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων. 22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. 24 Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθεν πρὸς αὐτοὺς ὁ Ἰησοῦς, περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26 Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι «Φάντασμά ἐστιν.» Καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγων· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.» 28 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν, «Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.» 29 Ὁ δὲ εἶπεν, «Ἐλθέ.» Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30 Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, «Κύριε, σῶσόν με.» 31 Καὶ εὐθέως ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;» 32 Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος. 33 Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.» 34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ. 35 Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας· 36 καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

In Other Versions

Matthew 14 in the ANGEFD

Matthew 14 in the ANTPNG2D

Matthew 14 in the AS21

Matthew 14 in the BAGH

Matthew 14 in the BBPNG

Matthew 14 in the BBT1E

Matthew 14 in the BDS

Matthew 14 in the BEV

Matthew 14 in the BHAD

Matthew 14 in the BIB

Matthew 14 in the BLPT

Matthew 14 in the BNT

Matthew 14 in the BNTABOOT

Matthew 14 in the BNTLV

Matthew 14 in the BOATCB

Matthew 14 in the BOATCB2

Matthew 14 in the BOBCV

Matthew 14 in the BOCNT

Matthew 14 in the BOECS

Matthew 14 in the BOGWICC

Matthew 14 in the BOHCB

Matthew 14 in the BOHCV

Matthew 14 in the BOHLNT

Matthew 14 in the BOHNTLTAL

Matthew 14 in the BOICB

Matthew 14 in the BOILNTAP

Matthew 14 in the BOITCV

Matthew 14 in the BOKCV

Matthew 14 in the BOKCV2

Matthew 14 in the BOKHWOG

Matthew 14 in the BOKSSV

Matthew 14 in the BOLCB

Matthew 14 in the BOLCB2

Matthew 14 in the BOMCV

Matthew 14 in the BONAV

Matthew 14 in the BONCB

Matthew 14 in the BONLT

Matthew 14 in the BONUT2

Matthew 14 in the BOPLNT

Matthew 14 in the BOSCB

Matthew 14 in the BOSNC

Matthew 14 in the BOTLNT

Matthew 14 in the BOVCB

Matthew 14 in the BOYCB

Matthew 14 in the BPBB

Matthew 14 in the BPH

Matthew 14 in the BSB

Matthew 14 in the CCB

Matthew 14 in the CUV

Matthew 14 in the CUVS

Matthew 14 in the DBT

Matthew 14 in the DGDNT

Matthew 14 in the DHNT

Matthew 14 in the DNT

Matthew 14 in the ELBE

Matthew 14 in the EMTV

Matthew 14 in the ESV

Matthew 14 in the FBV

Matthew 14 in the FEB

Matthew 14 in the GGMNT

Matthew 14 in the GNT

Matthew 14 in the HARY

Matthew 14 in the HNT

Matthew 14 in the IRVA

Matthew 14 in the IRVB

Matthew 14 in the IRVG

Matthew 14 in the IRVH

Matthew 14 in the IRVK

Matthew 14 in the IRVM

Matthew 14 in the IRVM2

Matthew 14 in the IRVO

Matthew 14 in the IRVP

Matthew 14 in the IRVT

Matthew 14 in the IRVT2

Matthew 14 in the IRVU

Matthew 14 in the ISVN

Matthew 14 in the JSNT

Matthew 14 in the KAPI

Matthew 14 in the KBT1ETNIK

Matthew 14 in the KBV

Matthew 14 in the KJV

Matthew 14 in the KNFD

Matthew 14 in the LBA

Matthew 14 in the LBLA

Matthew 14 in the LNT

Matthew 14 in the LSV

Matthew 14 in the MAAL

Matthew 14 in the MBV

Matthew 14 in the MBV2

Matthew 14 in the MHNT

Matthew 14 in the MKNFD

Matthew 14 in the MNG

Matthew 14 in the MNT

Matthew 14 in the MNT2

Matthew 14 in the MRS1T

Matthew 14 in the NAA

Matthew 14 in the NASB

Matthew 14 in the NBLA

Matthew 14 in the NBS

Matthew 14 in the NBVTP

Matthew 14 in the NET2

Matthew 14 in the NIV11

Matthew 14 in the NNT

Matthew 14 in the NNT2

Matthew 14 in the NNT3

Matthew 14 in the PDDPT

Matthew 14 in the PFNT

Matthew 14 in the RMNT

Matthew 14 in the SBIAS

Matthew 14 in the SBIBS

Matthew 14 in the SBIBS2

Matthew 14 in the SBICS

Matthew 14 in the SBIDS

Matthew 14 in the SBIGS

Matthew 14 in the SBIHS

Matthew 14 in the SBIIS

Matthew 14 in the SBIIS2

Matthew 14 in the SBIIS3

Matthew 14 in the SBIKS

Matthew 14 in the SBIKS2

Matthew 14 in the SBIMS

Matthew 14 in the SBIOS

Matthew 14 in the SBIPS

Matthew 14 in the SBISS

Matthew 14 in the SBITS

Matthew 14 in the SBITS2

Matthew 14 in the SBITS3

Matthew 14 in the SBITS4

Matthew 14 in the SBIUS

Matthew 14 in the SBIVS

Matthew 14 in the SBT

Matthew 14 in the SBT1E

Matthew 14 in the SCHL

Matthew 14 in the SNT

Matthew 14 in the SUSU

Matthew 14 in the SUSU2

Matthew 14 in the SYNO

Matthew 14 in the TBIAOTANT

Matthew 14 in the TBT1E

Matthew 14 in the TBT1E2

Matthew 14 in the TFTIP

Matthew 14 in the TFTU

Matthew 14 in the THAI

Matthew 14 in the TNFD

Matthew 14 in the TNT

Matthew 14 in the TNTIK

Matthew 14 in the TNTIL

Matthew 14 in the TNTIN

Matthew 14 in the TNTIP

Matthew 14 in the TNTIZ

Matthew 14 in the TOMA

Matthew 14 in the TTENT

Matthew 14 in the UBG

Matthew 14 in the UGV

Matthew 14 in the UGV2

Matthew 14 in the UGV3

Matthew 14 in the VBL

Matthew 14 in the VDCC

Matthew 14 in the YALU

Matthew 14 in the YAPE

Matthew 14 in the YBVTP

Matthew 14 in the ZBP