Matthew 20 (TGNTATF3T)
1 »Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2 Καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3 Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς. 4 Καὶ ἐκείνοις εἶπεν, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.› Οἱ δὲ ἀπῆλθον. 5 Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. 6 Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς, ‹Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;› 7 Λέγουσιν αὐτῷ, ‹Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο.› Λέγει αὐτοῖς, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.› 8 Ὀψίας δὲ γενομένης, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, ‹Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.› 9 Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται· καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. 11 Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12 λέγοντες ὅτι ‹Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.› 13 Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ‹Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15 Ἢ οὐκ ἔξεστίν μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;› 16 Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.» 17 Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ᾿ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς· 18 «Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19 καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.» 20 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾿ αὐτοῦ. 21 Ὁ δὲ εἶπεν αὐτῇ, «Τί θέλεις;» Λέγει αὐτῷ, «Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.» 22 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;» Λέγουσιν αὐτῷ, «Δυνάμεθα.» 23 Καὶ λέγει αὐτοῖς· «Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.» 24 Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25 Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· «Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν· 26 οὐχ οὕτως δὲ ἔσται ὑμῖν. Ἀλλ᾿ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, 27 καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος· 28 ὥσπερ ὁ Υἱὸς τοῦ Ἀνθρώπου—οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.» 29 Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30 Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, «Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυίδ.» 31 Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν, οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες, «Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυίδ.» 32 Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, «Τί θέλετε ποιήσω ὑμῖν;» 33 Λέγουσιν αὐτῷ, «Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί.» 34 Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.
In Other Versions
Matthew 20 in the ANGEFD
Matthew 20 in the ANTPNG2D
Matthew 20 in the AS21
Matthew 20 in the BAGH
Matthew 20 in the BBPNG
Matthew 20 in the BBT1E
Matthew 20 in the BDS
Matthew 20 in the BEV
Matthew 20 in the BHAD
Matthew 20 in the BIB
Matthew 20 in the BLPT
Matthew 20 in the BNT
Matthew 20 in the BNTABOOT
Matthew 20 in the BNTLV
Matthew 20 in the BOATCB
Matthew 20 in the BOATCB2
Matthew 20 in the BOBCV
Matthew 20 in the BOCNT
Matthew 20 in the BOECS
Matthew 20 in the BOGWICC
Matthew 20 in the BOHCB
Matthew 20 in the BOHCV
Matthew 20 in the BOHLNT
Matthew 20 in the BOHNTLTAL
Matthew 20 in the BOICB
Matthew 20 in the BOILNTAP
Matthew 20 in the BOITCV
Matthew 20 in the BOKCV
Matthew 20 in the BOKCV2
Matthew 20 in the BOKHWOG
Matthew 20 in the BOKSSV
Matthew 20 in the BOLCB
Matthew 20 in the BOLCB2
Matthew 20 in the BOMCV
Matthew 20 in the BONAV
Matthew 20 in the BONCB
Matthew 20 in the BONLT
Matthew 20 in the BONUT2
Matthew 20 in the BOPLNT
Matthew 20 in the BOSCB
Matthew 20 in the BOSNC
Matthew 20 in the BOTLNT
Matthew 20 in the BOVCB
Matthew 20 in the BOYCB
Matthew 20 in the BPBB
Matthew 20 in the BPH
Matthew 20 in the BSB
Matthew 20 in the CCB
Matthew 20 in the CUV
Matthew 20 in the CUVS
Matthew 20 in the DBT
Matthew 20 in the DGDNT
Matthew 20 in the DHNT
Matthew 20 in the DNT
Matthew 20 in the ELBE
Matthew 20 in the EMTV
Matthew 20 in the ESV
Matthew 20 in the FBV
Matthew 20 in the FEB
Matthew 20 in the GGMNT
Matthew 20 in the GNT
Matthew 20 in the HARY
Matthew 20 in the HNT
Matthew 20 in the IRVA
Matthew 20 in the IRVB
Matthew 20 in the IRVG
Matthew 20 in the IRVH
Matthew 20 in the IRVK
Matthew 20 in the IRVM
Matthew 20 in the IRVM2
Matthew 20 in the IRVO
Matthew 20 in the IRVP
Matthew 20 in the IRVT
Matthew 20 in the IRVT2
Matthew 20 in the IRVU
Matthew 20 in the ISVN
Matthew 20 in the JSNT
Matthew 20 in the KAPI
Matthew 20 in the KBT1ETNIK
Matthew 20 in the KBV
Matthew 20 in the KJV
Matthew 20 in the KNFD
Matthew 20 in the LBA
Matthew 20 in the LBLA
Matthew 20 in the LNT
Matthew 20 in the LSV
Matthew 20 in the MAAL
Matthew 20 in the MBV
Matthew 20 in the MBV2
Matthew 20 in the MHNT
Matthew 20 in the MKNFD
Matthew 20 in the MNG
Matthew 20 in the MNT
Matthew 20 in the MNT2
Matthew 20 in the MRS1T
Matthew 20 in the NAA
Matthew 20 in the NASB
Matthew 20 in the NBLA
Matthew 20 in the NBS
Matthew 20 in the NBVTP
Matthew 20 in the NET2
Matthew 20 in the NIV11
Matthew 20 in the NNT
Matthew 20 in the NNT2
Matthew 20 in the NNT3
Matthew 20 in the PDDPT
Matthew 20 in the PFNT
Matthew 20 in the RMNT
Matthew 20 in the SBIAS
Matthew 20 in the SBIBS
Matthew 20 in the SBIBS2
Matthew 20 in the SBICS
Matthew 20 in the SBIDS
Matthew 20 in the SBIGS
Matthew 20 in the SBIHS
Matthew 20 in the SBIIS
Matthew 20 in the SBIIS2
Matthew 20 in the SBIIS3
Matthew 20 in the SBIKS
Matthew 20 in the SBIKS2
Matthew 20 in the SBIMS
Matthew 20 in the SBIOS
Matthew 20 in the SBIPS
Matthew 20 in the SBISS
Matthew 20 in the SBITS
Matthew 20 in the SBITS2
Matthew 20 in the SBITS3
Matthew 20 in the SBITS4
Matthew 20 in the SBIUS
Matthew 20 in the SBIVS
Matthew 20 in the SBT
Matthew 20 in the SBT1E
Matthew 20 in the SCHL
Matthew 20 in the SNT
Matthew 20 in the SUSU
Matthew 20 in the SUSU2
Matthew 20 in the SYNO
Matthew 20 in the TBIAOTANT
Matthew 20 in the TBT1E
Matthew 20 in the TBT1E2
Matthew 20 in the TFTIP
Matthew 20 in the TFTU
Matthew 20 in the THAI
Matthew 20 in the TNFD
Matthew 20 in the TNT
Matthew 20 in the TNTIK
Matthew 20 in the TNTIL
Matthew 20 in the TNTIN
Matthew 20 in the TNTIP
Matthew 20 in the TNTIZ
Matthew 20 in the TOMA
Matthew 20 in the TTENT
Matthew 20 in the UBG
Matthew 20 in the UGV
Matthew 20 in the UGV2
Matthew 20 in the UGV3
Matthew 20 in the VBL
Matthew 20 in the VDCC
Matthew 20 in the YALU
Matthew 20 in the YAPE
Matthew 20 in the YBVTP
Matthew 20 in the ZBP