Matthew 26 (TGNTATF3T)

1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, 2 «Οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ Πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.» 3 Τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως, τοῦ λεγομένου Καϊάφα, 4 καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν. 5 Ἔλεγον δέ, «Μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.» 6 Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, 7 προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. 8 Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· «Εἰς τί ἡ ἀπώλεια αὕτη; 9 Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς.» 10 Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. 11 Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 12 Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. 13 Ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.» 14 Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν, 15 «Τί θέλετέ μοι δοῦναι καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν;» Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. 16 Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ. 17 Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες αὐτῷ, «Ποῦ θέλεις ἑτοιμάσομέν σοι φαγεῖν τὸ Πάσχα;» 18 Ὁ δὲ εἶπεν, «Ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ, ‹Ὁ διδάσκαλος λέγει, «Ὁ καιρός μου ἐγγύς ἐστιν· πρός σὲ ποιῶ τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου.» › » 19 Καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ Πάσχα. 20 Ὀψίας δὲ γενομένης, ἀνέκειτο μετὰ τῶν δώδεκα. 21 Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, «Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.» 22 Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν, «Μήτι ἐγώ εἰμι, Κύριε;» 23 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει. 24 Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.» 25 Ἀποκριθεὶς δὲ Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, εἶπεν, «Μήτι ἐγώ εἰμι, Ῥαββί;» Λέγει αὐτῷ, «Σὺ εἶπας.» 26 Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς τὸν ἄρτον καὶ εὐλογήσας, ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπεν, «Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.» 27 Καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας, ἔδωκεν αὐτοῖς λέγων· «Πίετε ἐξ αὐτοῦ πάντες· 28 τοῦτο γάρ ἐστιν τὸ αἷμά μου, τὸ τῆς καινῆς διαθήκης, τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. 29 Λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.» 30 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. 31 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ· ‹Πατάξω τὸν Ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης.› 32 Μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.» 33 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, «Εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι.» 34 Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτί, πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» 35 Λέγει αὐτῷ ὁ Πέτρος, «Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσωμαι.» Ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον. 36 Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς, «Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.» 37 Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. 38 Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Περίλυπός ἐστιν ἡ ψυχή μου, ἕως θανάτου. Μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.» 39 Καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, «Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.» 40 Καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· «Οὕτως, οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ; 41 Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.» 42 Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, «Πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.» 43 Καὶ ἐλθὼν εὗρεν αὐτοὺς πάλιν καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. 44 Καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπών. 45 Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· «Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἰδού, ἤγγικεν ἡ ὥρα καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. 46 Ἐγείρεσθε, ἄγωμεν· ἰδού, ὁ παραδιδούς με.» 47 Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδού, Ἰούδας, εἷς τῶν δώδεκα, ἦλθεν, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. 48 (Ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, «Ὃν ἐὰν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν.») 49 Καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν, «Χαῖρε, Ῥαββί,» καὶ κατεφίλησεν αὐτόν. 50 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, «Ἑταῖρε, ἐφ᾿ ᾧ πάρει;» Τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. 51 Καὶ ἰδού, εἷς τῶν μετὰ Ἰησοῦ, ἐκτείνας τὴν χεῖρα, ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. 52 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· «Ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται. 53 Ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν Πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; 54 Πῶς οὖν πληρωθῶσιν αἱ Γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;» 55 Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· «Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. 56 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν.» Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. 57 Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. 58 Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν, ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως. Καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν, ἰδεῖν τὸ τέλος. 59 Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι, καὶ τὸ συνέδριον ὅλον, ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως θανατώσωσιν αὐτόν, 60 καὶ οὐχ εὗρον. Καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. Ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες 61 εἶπον, «Οὗτος ἔφη, ‹Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.› » 62 Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· «Οὐδὲν ἀποκρίνῃ; Τί οὗτοί σου καταμαρτυροῦσιν;» 63 Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, «Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.» 64 Λέγει αὐτῷ ὁ Ἰησοῦς· «Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς Δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» 65 Τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι «Ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἴδε, νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ. 66 Τί ὑμῖν δοκεῖ;» Οἱ δὲ ἀποκριθέντες εἶπον, «Ἔνοχος θανάτου ἐστίν.» 67 Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν· οἱ δὲ ἐρράπισαν 68 λέγοντες· «Προφήτευσον ἡμῖν, Χριστέ. Τίς ἐστιν ὁ παίσας σε;» 69 Ὁ δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ. Καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα, «Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.» 70 Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων, «Οὐκ οἶδα τί λέγεις.» 71 Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς ἐκεῖ, «Καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.» 72 Καὶ πάλιν ἠρνήσατο, μεθ᾿ ὅρκου, ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.» 73 Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ, «Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.» 74 Τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι «Οὐκ οἶδα τὸν ἄνθρωπον.» Καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. 75 Καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος αὐτῷ ὅτι «Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με.» Καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

In Other Versions

Matthew 26 in the ANGEFD

Matthew 26 in the ANTPNG2D

Matthew 26 in the AS21

Matthew 26 in the BAGH

Matthew 26 in the BBPNG

Matthew 26 in the BBT1E

Matthew 26 in the BDS

Matthew 26 in the BEV

Matthew 26 in the BHAD

Matthew 26 in the BIB

Matthew 26 in the BLPT

Matthew 26 in the BNT

Matthew 26 in the BNTABOOT

Matthew 26 in the BNTLV

Matthew 26 in the BOATCB

Matthew 26 in the BOATCB2

Matthew 26 in the BOBCV

Matthew 26 in the BOCNT

Matthew 26 in the BOECS

Matthew 26 in the BOGWICC

Matthew 26 in the BOHCB

Matthew 26 in the BOHCV

Matthew 26 in the BOHLNT

Matthew 26 in the BOHNTLTAL

Matthew 26 in the BOICB

Matthew 26 in the BOILNTAP

Matthew 26 in the BOITCV

Matthew 26 in the BOKCV

Matthew 26 in the BOKCV2

Matthew 26 in the BOKHWOG

Matthew 26 in the BOKSSV

Matthew 26 in the BOLCB

Matthew 26 in the BOLCB2

Matthew 26 in the BOMCV

Matthew 26 in the BONAV

Matthew 26 in the BONCB

Matthew 26 in the BONLT

Matthew 26 in the BONUT2

Matthew 26 in the BOPLNT

Matthew 26 in the BOSCB

Matthew 26 in the BOSNC

Matthew 26 in the BOTLNT

Matthew 26 in the BOVCB

Matthew 26 in the BOYCB

Matthew 26 in the BPBB

Matthew 26 in the BPH

Matthew 26 in the BSB

Matthew 26 in the CCB

Matthew 26 in the CUV

Matthew 26 in the CUVS

Matthew 26 in the DBT

Matthew 26 in the DGDNT

Matthew 26 in the DHNT

Matthew 26 in the DNT

Matthew 26 in the ELBE

Matthew 26 in the EMTV

Matthew 26 in the ESV

Matthew 26 in the FBV

Matthew 26 in the FEB

Matthew 26 in the GGMNT

Matthew 26 in the GNT

Matthew 26 in the HARY

Matthew 26 in the HNT

Matthew 26 in the IRVA

Matthew 26 in the IRVB

Matthew 26 in the IRVG

Matthew 26 in the IRVH

Matthew 26 in the IRVK

Matthew 26 in the IRVM

Matthew 26 in the IRVM2

Matthew 26 in the IRVO

Matthew 26 in the IRVP

Matthew 26 in the IRVT

Matthew 26 in the IRVT2

Matthew 26 in the IRVU

Matthew 26 in the ISVN

Matthew 26 in the JSNT

Matthew 26 in the KAPI

Matthew 26 in the KBT1ETNIK

Matthew 26 in the KBV

Matthew 26 in the KJV

Matthew 26 in the KNFD

Matthew 26 in the LBA

Matthew 26 in the LBLA

Matthew 26 in the LNT

Matthew 26 in the LSV

Matthew 26 in the MAAL

Matthew 26 in the MBV

Matthew 26 in the MBV2

Matthew 26 in the MHNT

Matthew 26 in the MKNFD

Matthew 26 in the MNG

Matthew 26 in the MNT

Matthew 26 in the MNT2

Matthew 26 in the MRS1T

Matthew 26 in the NAA

Matthew 26 in the NASB

Matthew 26 in the NBLA

Matthew 26 in the NBS

Matthew 26 in the NBVTP

Matthew 26 in the NET2

Matthew 26 in the NIV11

Matthew 26 in the NNT

Matthew 26 in the NNT2

Matthew 26 in the NNT3

Matthew 26 in the PDDPT

Matthew 26 in the PFNT

Matthew 26 in the RMNT

Matthew 26 in the SBIAS

Matthew 26 in the SBIBS

Matthew 26 in the SBIBS2

Matthew 26 in the SBICS

Matthew 26 in the SBIDS

Matthew 26 in the SBIGS

Matthew 26 in the SBIHS

Matthew 26 in the SBIIS

Matthew 26 in the SBIIS2

Matthew 26 in the SBIIS3

Matthew 26 in the SBIKS

Matthew 26 in the SBIKS2

Matthew 26 in the SBIMS

Matthew 26 in the SBIOS

Matthew 26 in the SBIPS

Matthew 26 in the SBISS

Matthew 26 in the SBITS

Matthew 26 in the SBITS2

Matthew 26 in the SBITS3

Matthew 26 in the SBITS4

Matthew 26 in the SBIUS

Matthew 26 in the SBIVS

Matthew 26 in the SBT

Matthew 26 in the SBT1E

Matthew 26 in the SCHL

Matthew 26 in the SNT

Matthew 26 in the SUSU

Matthew 26 in the SUSU2

Matthew 26 in the SYNO

Matthew 26 in the TBIAOTANT

Matthew 26 in the TBT1E

Matthew 26 in the TBT1E2

Matthew 26 in the TFTIP

Matthew 26 in the TFTU

Matthew 26 in the THAI

Matthew 26 in the TNFD

Matthew 26 in the TNT

Matthew 26 in the TNTIK

Matthew 26 in the TNTIL

Matthew 26 in the TNTIN

Matthew 26 in the TNTIP

Matthew 26 in the TNTIZ

Matthew 26 in the TOMA

Matthew 26 in the TTENT

Matthew 26 in the UBG

Matthew 26 in the UGV

Matthew 26 in the UGV2

Matthew 26 in the UGV3

Matthew 26 in the VBL

Matthew 26 in the VDCC

Matthew 26 in the YALU

Matthew 26 in the YAPE

Matthew 26 in the YBVTP

Matthew 26 in the ZBP