Mark 15 (TGNTATF3T)

1 Καὶ εὐθέως ἐπὶ τὸ πρωΐ, συμβούλιον ποιήσαντες, οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν τῷ Πιλάτῳ. 2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ, «Σὺ λέγεις.» 3 Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. 4 Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτόν, λέγων· «Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε πόσα σου καταμαρτυροῦσιν.» 5 Ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. 6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅνπερ ᾐτοῦντο. 7 Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8 Καὶ ἀναβοήσας ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἀεὶ ἐποίει αὐτοῖς. 9 Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς, λέγων, «Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;» 10 (Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.) 11 Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12 Ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς πάλιν εἶπεν αὐτοῖς, «Τί οὖν θέλετε ποιήσω ὃν λέγετε βασιλέα τῶν Ἰουδαίων;» 13 Οἱ δὲ πάλιν ἔκραξαν, «Σταύρωσον αὐτόν.» 14 Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, «Τί γὰρ κακὸν ἐποίησεν;» Οἱ δὲ περισσοτέρως ἔκραξαν, «Σταύρωσον αὐτόν.» 15 Ὁ δὲ Πιλᾶτος, βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν, φραγελλώσας, ἵνα σταυρωθῇ. 16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν Πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17 Καὶ ἐνδύουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτὸν καὶ λέγειν, «Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων.» 19 Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. 20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια τὰ ἴδια. Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. 21 Καὶ ἀγγαρεύουσιν παράγοντά τινα, Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπ᾿ ἀγροῦ (τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου), ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστιν μεθερμηνευόμενον, ‹Κρανίου Τόπος.› 23 Καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον, ὁ δὲ οὐκ ἔλαβεν. 24 Καὶ σταυρώσαντες αὐτόν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾿ αὐτά, τίς τί ἄρῃ. 25 Ἦν δὲ ὥρα τρίτῃ καὶ ἐσταύρωσαν αὐτόν. 26 Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη·Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ 27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 28 Καὶ ἐπληρώθη ἡ Γραφὴ ἡ λέγουσα, «Καὶ μετὰ ἀνόμων ἐλογίσθη.» 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, «Οὐά, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, 30 σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.» 31 Ὁμοίως καὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων, ἔλεγον· «Ἄλλους ἔσωσεν· ἑαυτὸν οὐ δύναται σῶσαι. 32 Ὁ Χριστός, ὁ βασιλεὺς τοῦ Ἰσραήλ, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ.» Καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν. 33 Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 34 Καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων, «Ἐλωΐ, Ἐλωΐ, λιμᾶ σαβαχθανί;» ὅ ἐστιν μεθερμηνευόμενον, «Ὁ Θεός, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;» 35 Καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον, «Ἰδού, Ἠλίαν φωνεῖ.» 36 Δραμὼν δὲ εἷς καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτόν, λέγων, «Ἄφετε, ‹ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.› » 37 Ὁ δὲ Ἰησοῦς, ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσεν· 38 καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω. 39 Ἰδὼν δὲ ὁ κεντυρίων, ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτως κράξας ἐξέπνευσεν, εἶπεν, «Ἀληθῶς ὁ ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ.» 40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ καὶ Σαλώμη— 41 αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ—καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα. 42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ Παρασκευὴ ἦν, ὅ ἐστιν προσάββατον, 43 ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 44 Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν· καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν. 45 Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46 Καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47 Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται.

In Other Versions

Mark 15 in the ANGEFD

Mark 15 in the ANTPNG2D

Mark 15 in the AS21

Mark 15 in the BAGH

Mark 15 in the BBPNG

Mark 15 in the BBT1E

Mark 15 in the BDS

Mark 15 in the BEV

Mark 15 in the BHAD

Mark 15 in the BIB

Mark 15 in the BLPT

Mark 15 in the BNT

Mark 15 in the BNTABOOT

Mark 15 in the BNTLV

Mark 15 in the BOATCB

Mark 15 in the BOATCB2

Mark 15 in the BOBCV

Mark 15 in the BOCNT

Mark 15 in the BOECS

Mark 15 in the BOGWICC

Mark 15 in the BOHCB

Mark 15 in the BOHCV

Mark 15 in the BOHLNT

Mark 15 in the BOHNTLTAL

Mark 15 in the BOICB

Mark 15 in the BOILNTAP

Mark 15 in the BOITCV

Mark 15 in the BOKCV

Mark 15 in the BOKCV2

Mark 15 in the BOKHWOG

Mark 15 in the BOKSSV

Mark 15 in the BOLCB

Mark 15 in the BOLCB2

Mark 15 in the BOMCV

Mark 15 in the BONAV

Mark 15 in the BONCB

Mark 15 in the BONLT

Mark 15 in the BONUT2

Mark 15 in the BOPLNT

Mark 15 in the BOSCB

Mark 15 in the BOSNC

Mark 15 in the BOTLNT

Mark 15 in the BOVCB

Mark 15 in the BOYCB

Mark 15 in the BPBB

Mark 15 in the BPH

Mark 15 in the BSB

Mark 15 in the CCB

Mark 15 in the CUV

Mark 15 in the CUVS

Mark 15 in the DBT

Mark 15 in the DGDNT

Mark 15 in the DHNT

Mark 15 in the DNT

Mark 15 in the ELBE

Mark 15 in the EMTV

Mark 15 in the ESV

Mark 15 in the FBV

Mark 15 in the FEB

Mark 15 in the GGMNT

Mark 15 in the GNT

Mark 15 in the HARY

Mark 15 in the HNT

Mark 15 in the IRVA

Mark 15 in the IRVB

Mark 15 in the IRVG

Mark 15 in the IRVH

Mark 15 in the IRVK

Mark 15 in the IRVM

Mark 15 in the IRVM2

Mark 15 in the IRVO

Mark 15 in the IRVP

Mark 15 in the IRVT

Mark 15 in the IRVT2

Mark 15 in the IRVU

Mark 15 in the ISVN

Mark 15 in the JSNT

Mark 15 in the KAPI

Mark 15 in the KBT1ETNIK

Mark 15 in the KBV

Mark 15 in the KJV

Mark 15 in the KNFD

Mark 15 in the LBA

Mark 15 in the LBLA

Mark 15 in the LNT

Mark 15 in the LSV

Mark 15 in the MAAL

Mark 15 in the MBV

Mark 15 in the MBV2

Mark 15 in the MHNT

Mark 15 in the MKNFD

Mark 15 in the MNG

Mark 15 in the MNT

Mark 15 in the MNT2

Mark 15 in the MRS1T

Mark 15 in the NAA

Mark 15 in the NASB

Mark 15 in the NBLA

Mark 15 in the NBS

Mark 15 in the NBVTP

Mark 15 in the NET2

Mark 15 in the NIV11

Mark 15 in the NNT

Mark 15 in the NNT2

Mark 15 in the NNT3

Mark 15 in the PDDPT

Mark 15 in the PFNT

Mark 15 in the RMNT

Mark 15 in the SBIAS

Mark 15 in the SBIBS

Mark 15 in the SBIBS2

Mark 15 in the SBICS

Mark 15 in the SBIDS

Mark 15 in the SBIGS

Mark 15 in the SBIHS

Mark 15 in the SBIIS

Mark 15 in the SBIIS2

Mark 15 in the SBIIS3

Mark 15 in the SBIKS

Mark 15 in the SBIKS2

Mark 15 in the SBIMS

Mark 15 in the SBIOS

Mark 15 in the SBIPS

Mark 15 in the SBISS

Mark 15 in the SBITS

Mark 15 in the SBITS2

Mark 15 in the SBITS3

Mark 15 in the SBITS4

Mark 15 in the SBIUS

Mark 15 in the SBIVS

Mark 15 in the SBT

Mark 15 in the SBT1E

Mark 15 in the SCHL

Mark 15 in the SNT

Mark 15 in the SUSU

Mark 15 in the SUSU2

Mark 15 in the SYNO

Mark 15 in the TBIAOTANT

Mark 15 in the TBT1E

Mark 15 in the TBT1E2

Mark 15 in the TFTIP

Mark 15 in the TFTU

Mark 15 in the THAI

Mark 15 in the TNFD

Mark 15 in the TNT

Mark 15 in the TNTIK

Mark 15 in the TNTIL

Mark 15 in the TNTIN

Mark 15 in the TNTIP

Mark 15 in the TNTIZ

Mark 15 in the TOMA

Mark 15 in the TTENT

Mark 15 in the UBG

Mark 15 in the UGV

Mark 15 in the UGV2

Mark 15 in the UGV3

Mark 15 in the VBL

Mark 15 in the VDCC

Mark 15 in the YALU

Mark 15 in the YAPE

Mark 15 in the YBVTP

Mark 15 in the ZBP