Mark 4 (TGNTATF3T)

1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι, ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν, ἐπὶ τῆς γῆς, ἦν. 2 Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· 3 «Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι. 4 Καὶ ἐγένετο, ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. 5 Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς. 6 Ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. 8 Καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα—καὶ ἔφερεν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.» 9 Καὶ ἔλεγεν, «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» 10 Ὅτε δὲ ἐγένετο κατὰ μόνας, ἠρώτησαν αὐτὸν οἱ περὶ αὐτόν, σὺν τοῖς δώδεκα, τὴν παραβολήν. 11 Καὶ ἔλεγεν αὐτοῖς· «Ὑμῖν δέδοται γνῶναι τὸ μυστήριον τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12 ἵνα· ‹Βλέποντες βλέπωσιν, καὶ μὴ ἴδωσιν· καὶ ἀκούοντες ἀκούωσιν, καὶ μὴ συνιῶσιν· μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς τὰ ἁμαρτήματα.› » 13 Καὶ λέγει αὐτοῖς· «Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 Ὁ σπείρων τὸν λόγον σπείρει. 15 Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος· καὶ ὅταν ἀκούσωσιν, εὐθέως ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ἐν ταῖς καρδίαις αὐτῶν. 16 Καὶ οὗτοι εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι· οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθέως μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν—εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθέως σκανδαλίζονται. 18 Καὶ οὗτοί εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οἱ τὸν λόγον ἀκούοντες, 19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 Καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες· οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν—ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν.» 21 Καὶ ἔλεγεν αὐτοῖς· «Μήτι ὁ λύχνος ἔρχεται ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; 22 Οὐ γάρ ἐστιν κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾿ ἵνα εἰς φανερὸν ἔλθῃ. 23 Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.» 24 Καὶ ἔλεγεν αὐτοῖς· «Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν· καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. 25 Ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾿ αὐτοῦ.» 26 Καὶ ἔλεγεν· «Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται, ὡς οὐκ οἶδεν αὐτός. 28 Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ· πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. 29 Ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.» 30 Καὶ ἔλεγεν· «Τίνι ὁμοιώσομεν τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμεν αὐτήν; 31 Ὡς κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶν τῶν ἐπὶ τῆς γῆς, 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται πάντων τῶν λαχάνων μείζων καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.» 33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο ἀκούειν. 34 Χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ᾿ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυεν πάντα. 35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, «Διέλθωμεν εἰς τὸ πέραν.» 36 Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτόν, ὡς ἦν ἐν τῷ πλοῖῳ (καὶ ἄλλα δὲ πλοιάρια ἦν μετ᾿ αὐτοῦ). 37 Καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη, τὰ δὲ κύματα ἐπέβαλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι. 38 Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ, ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, «Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;» 39 Καὶ διεγερθείς, ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, «Σιώπα· πεφίμωσο.» Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 Καὶ εἶπεν αὐτοῖς· «Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν;» 41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, «Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ;»

In Other Versions

Mark 4 in the ANGEFD

Mark 4 in the ANTPNG2D

Mark 4 in the AS21

Mark 4 in the BAGH

Mark 4 in the BBPNG

Mark 4 in the BBT1E

Mark 4 in the BDS

Mark 4 in the BEV

Mark 4 in the BHAD

Mark 4 in the BIB

Mark 4 in the BLPT

Mark 4 in the BNT

Mark 4 in the BNTABOOT

Mark 4 in the BNTLV

Mark 4 in the BOATCB

Mark 4 in the BOATCB2

Mark 4 in the BOBCV

Mark 4 in the BOCNT

Mark 4 in the BOECS

Mark 4 in the BOGWICC

Mark 4 in the BOHCB

Mark 4 in the BOHCV

Mark 4 in the BOHLNT

Mark 4 in the BOHNTLTAL

Mark 4 in the BOICB

Mark 4 in the BOILNTAP

Mark 4 in the BOITCV

Mark 4 in the BOKCV

Mark 4 in the BOKCV2

Mark 4 in the BOKHWOG

Mark 4 in the BOKSSV

Mark 4 in the BOLCB

Mark 4 in the BOLCB2

Mark 4 in the BOMCV

Mark 4 in the BONAV

Mark 4 in the BONCB

Mark 4 in the BONLT

Mark 4 in the BONUT2

Mark 4 in the BOPLNT

Mark 4 in the BOSCB

Mark 4 in the BOSNC

Mark 4 in the BOTLNT

Mark 4 in the BOVCB

Mark 4 in the BOYCB

Mark 4 in the BPBB

Mark 4 in the BPH

Mark 4 in the BSB

Mark 4 in the CCB

Mark 4 in the CUV

Mark 4 in the CUVS

Mark 4 in the DBT

Mark 4 in the DGDNT

Mark 4 in the DHNT

Mark 4 in the DNT

Mark 4 in the ELBE

Mark 4 in the EMTV

Mark 4 in the ESV

Mark 4 in the FBV

Mark 4 in the FEB

Mark 4 in the GGMNT

Mark 4 in the GNT

Mark 4 in the HARY

Mark 4 in the HNT

Mark 4 in the IRVA

Mark 4 in the IRVB

Mark 4 in the IRVG

Mark 4 in the IRVH

Mark 4 in the IRVK

Mark 4 in the IRVM

Mark 4 in the IRVM2

Mark 4 in the IRVO

Mark 4 in the IRVP

Mark 4 in the IRVT

Mark 4 in the IRVT2

Mark 4 in the IRVU

Mark 4 in the ISVN

Mark 4 in the JSNT

Mark 4 in the KAPI

Mark 4 in the KBT1ETNIK

Mark 4 in the KBV

Mark 4 in the KJV

Mark 4 in the KNFD

Mark 4 in the LBA

Mark 4 in the LBLA

Mark 4 in the LNT

Mark 4 in the LSV

Mark 4 in the MAAL

Mark 4 in the MBV

Mark 4 in the MBV2

Mark 4 in the MHNT

Mark 4 in the MKNFD

Mark 4 in the MNG

Mark 4 in the MNT

Mark 4 in the MNT2

Mark 4 in the MRS1T

Mark 4 in the NAA

Mark 4 in the NASB

Mark 4 in the NBLA

Mark 4 in the NBS

Mark 4 in the NBVTP

Mark 4 in the NET2

Mark 4 in the NIV11

Mark 4 in the NNT

Mark 4 in the NNT2

Mark 4 in the NNT3

Mark 4 in the PDDPT

Mark 4 in the PFNT

Mark 4 in the RMNT

Mark 4 in the SBIAS

Mark 4 in the SBIBS

Mark 4 in the SBIBS2

Mark 4 in the SBICS

Mark 4 in the SBIDS

Mark 4 in the SBIGS

Mark 4 in the SBIHS

Mark 4 in the SBIIS

Mark 4 in the SBIIS2

Mark 4 in the SBIIS3

Mark 4 in the SBIKS

Mark 4 in the SBIKS2

Mark 4 in the SBIMS

Mark 4 in the SBIOS

Mark 4 in the SBIPS

Mark 4 in the SBISS

Mark 4 in the SBITS

Mark 4 in the SBITS2

Mark 4 in the SBITS3

Mark 4 in the SBITS4

Mark 4 in the SBIUS

Mark 4 in the SBIVS

Mark 4 in the SBT

Mark 4 in the SBT1E

Mark 4 in the SCHL

Mark 4 in the SNT

Mark 4 in the SUSU

Mark 4 in the SUSU2

Mark 4 in the SYNO

Mark 4 in the TBIAOTANT

Mark 4 in the TBT1E

Mark 4 in the TBT1E2

Mark 4 in the TFTIP

Mark 4 in the TFTU

Mark 4 in the THAI

Mark 4 in the TNFD

Mark 4 in the TNT

Mark 4 in the TNTIK

Mark 4 in the TNTIL

Mark 4 in the TNTIN

Mark 4 in the TNTIP

Mark 4 in the TNTIZ

Mark 4 in the TOMA

Mark 4 in the TTENT

Mark 4 in the UBG

Mark 4 in the UGV

Mark 4 in the UGV2

Mark 4 in the UGV3

Mark 4 in the VBL

Mark 4 in the VDCC

Mark 4 in the YALU

Mark 4 in the YAPE

Mark 4 in the YBVTP

Mark 4 in the ZBP