Romans 9 (TGNTATF3T)
1 Ἀλήθειαν λέγω ἐν Χριστῷ—οὐ ψεύδομαι· συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι Ἁγίῳ— 2 ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. 3 Εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, 4 οἵτινές εἰσιν Ἰσραηλῖται· ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι· 5 ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστός (τὸ κατὰ σάρκα), ὁ ὢν ἐπὶ πάντων, Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. 6 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· 7 οὐδ᾿ ὅτι εἰσὶν σπέρμα Ἁβραάμ, πάντες τέκνα· ἀλλ᾿, «Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.» 8 Τοῦτ᾿ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. 9 Ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· «Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός.» 10 Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν 11 (μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν ἢ κακόν, ἵνα ἡ κατ᾿ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ᾿ ἐκ τοῦ καλοῦντος), 12 ἐρρέθη αὐτῇ ὅτι «Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.» 13 Καθὼς γέγραπται· «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.» 14 Τί οὖν ἐροῦμεν, μὴ ἀδικία παρὰ τῷ Θεῷ; Μὴ γένοιτο. 15 Τῷ γὰρ Μωϋσῇ, λέγει· «Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.» 16 Ἄρα οὖν, οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. 17 Λέγει γὰρ ἡ Γραφὴ τῷ Φαραὼ ὅτι «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» 18 Ἄρα οὖν, ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. 19 Ἐρεῖς οὖν μοι, «Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν;» 20 Μενοῦνγε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, «Τί με ἐποίησας οὕτως;» 21 Ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν; 22 Εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, 23 καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, 24 οὓς καὶ ἐκάλεσεν ἡμᾶς, οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25 Ὡς καὶ ἐν τῷ Ὠσηὲ λέγει· «Καλέσω τὸν οὐ ‹λαόν μου› λαόν μου, καὶ τὴν οὐκ ἠγαπημένην ‹ἠγαπημένην.› » 26 «Καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, ‹Οὐ λαός μου ὑμεῖς,› ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.» 27 Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· «Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται· 28 λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ· ὅτι λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τῆς γῆς.» 29 Καὶ καθὼς προείρηκεν Ἡσαΐας· «Εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.» 30 Τί οὖν ἐροῦμεν; Ὅτι ἔθνη, τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δέ, διώκων νόμον δικαιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασεν. 32 Διὰ τί; Ὅτι οὐκ ἐκ πίστεως, ἀλλ᾿ ὡς ἐξ ἔργων νόμου. Προσέκοψαν γὰρ τῷ λίθῳ τοῦ προσκόμματος· 33 καθὼς γέγραπται· «Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, καὶ πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται.»
In Other Versions
Romans 9 in the ANGEFD
Romans 9 in the ANTPNG2D
Romans 9 in the AS21
Romans 9 in the BAGH
Romans 9 in the BBPNG
Romans 9 in the BBT1E
Romans 9 in the BDS
Romans 9 in the BEV
Romans 9 in the BHAD
Romans 9 in the BIB
Romans 9 in the BLPT
Romans 9 in the BNT
Romans 9 in the BNTABOOT
Romans 9 in the BNTLV
Romans 9 in the BOATCB
Romans 9 in the BOATCB2
Romans 9 in the BOBCV
Romans 9 in the BOCNT
Romans 9 in the BOECS
Romans 9 in the BOGWICC
Romans 9 in the BOHCB
Romans 9 in the BOHCV
Romans 9 in the BOHLNT
Romans 9 in the BOHNTLTAL
Romans 9 in the BOICB
Romans 9 in the BOILNTAP
Romans 9 in the BOITCV
Romans 9 in the BOKCV
Romans 9 in the BOKCV2
Romans 9 in the BOKHWOG
Romans 9 in the BOKSSV
Romans 9 in the BOLCB
Romans 9 in the BOLCB2
Romans 9 in the BOMCV
Romans 9 in the BONAV
Romans 9 in the BONCB
Romans 9 in the BONLT
Romans 9 in the BONUT2
Romans 9 in the BOPLNT
Romans 9 in the BOSCB
Romans 9 in the BOSNC
Romans 9 in the BOTLNT
Romans 9 in the BOVCB
Romans 9 in the BOYCB
Romans 9 in the BPBB
Romans 9 in the BPH
Romans 9 in the BSB
Romans 9 in the CCB
Romans 9 in the CUV
Romans 9 in the CUVS
Romans 9 in the DBT
Romans 9 in the DGDNT
Romans 9 in the DHNT
Romans 9 in the DNT
Romans 9 in the ELBE
Romans 9 in the EMTV
Romans 9 in the ESV
Romans 9 in the FBV
Romans 9 in the FEB
Romans 9 in the GGMNT
Romans 9 in the GNT
Romans 9 in the HARY
Romans 9 in the HNT
Romans 9 in the IRVA
Romans 9 in the IRVB
Romans 9 in the IRVG
Romans 9 in the IRVH
Romans 9 in the IRVK
Romans 9 in the IRVM
Romans 9 in the IRVM2
Romans 9 in the IRVO
Romans 9 in the IRVP
Romans 9 in the IRVT
Romans 9 in the IRVT2
Romans 9 in the IRVU
Romans 9 in the ISVN
Romans 9 in the JSNT
Romans 9 in the KAPI
Romans 9 in the KBT1ETNIK
Romans 9 in the KBV
Romans 9 in the KJV
Romans 9 in the KNFD
Romans 9 in the LBA
Romans 9 in the LBLA
Romans 9 in the LNT
Romans 9 in the LSV
Romans 9 in the MAAL
Romans 9 in the MBV
Romans 9 in the MBV2
Romans 9 in the MHNT
Romans 9 in the MKNFD
Romans 9 in the MNG
Romans 9 in the MNT
Romans 9 in the MNT2
Romans 9 in the MRS1T
Romans 9 in the NAA
Romans 9 in the NASB
Romans 9 in the NBLA
Romans 9 in the NBS
Romans 9 in the NBVTP
Romans 9 in the NET2
Romans 9 in the NIV11
Romans 9 in the NNT
Romans 9 in the NNT2
Romans 9 in the NNT3
Romans 9 in the PDDPT
Romans 9 in the PFNT
Romans 9 in the RMNT
Romans 9 in the SBIAS
Romans 9 in the SBIBS
Romans 9 in the SBIBS2
Romans 9 in the SBICS
Romans 9 in the SBIDS
Romans 9 in the SBIGS
Romans 9 in the SBIHS
Romans 9 in the SBIIS
Romans 9 in the SBIIS2
Romans 9 in the SBIIS3
Romans 9 in the SBIKS
Romans 9 in the SBIKS2
Romans 9 in the SBIMS
Romans 9 in the SBIOS
Romans 9 in the SBIPS
Romans 9 in the SBISS
Romans 9 in the SBITS
Romans 9 in the SBITS2
Romans 9 in the SBITS3
Romans 9 in the SBITS4
Romans 9 in the SBIUS
Romans 9 in the SBIVS
Romans 9 in the SBT
Romans 9 in the SBT1E
Romans 9 in the SCHL
Romans 9 in the SNT
Romans 9 in the SUSU
Romans 9 in the SUSU2
Romans 9 in the SYNO
Romans 9 in the TBIAOTANT
Romans 9 in the TBT1E
Romans 9 in the TBT1E2
Romans 9 in the TFTIP
Romans 9 in the TFTU
Romans 9 in the THAI
Romans 9 in the TNFD
Romans 9 in the TNT
Romans 9 in the TNTIK
Romans 9 in the TNTIL
Romans 9 in the TNTIN
Romans 9 in the TNTIP
Romans 9 in the TNTIZ
Romans 9 in the TOMA
Romans 9 in the TTENT
Romans 9 in the UBG
Romans 9 in the UGV
Romans 9 in the UGV2
Romans 9 in the UGV3
Romans 9 in the VBL
Romans 9 in the VDCC
Romans 9 in the YALU
Romans 9 in the YAPE
Romans 9 in the YBVTP
Romans 9 in the ZBP