Acts 11 (TGNTATF3T)

1 Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. 2 Καὶ ὅτε ἀνέβη Πέτρος εἰς Ἱεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς, 3 λέγοντες ὅτι «Εἰσῆλθες πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας καὶ συνέφαγες αὐτοῖς.» 4 Ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων· 5 «Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα· καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς καθιεμένην, ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· 6 εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς—καὶ τὰ θηρία καὶ τὰ ἑρπετά—καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 7 Ἤκουσα δὲ φωνῆς λεγούσης μοι, ‹Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε.› 8 Εἶπον δέ· ‹Μηδαμῶς, Κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου.› 9 Ἀπεκρίθη δέ μοι ἐκ δευτέρου φωνὴ ἐκ τοῦ οὐρανοῦ, ‹Ἃ ὁ Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου.› 10 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν. 11 Καὶ ἰδού, ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. 12 Εἶπεν δέ μοι τὸ Πνεῦμα συνελθεῖν αὐτοῖς, μηδὲν διακρινόμενον. Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. 13 Ἀπήγγειλέν δὲ ἡμῖν πῶς εἶδεν τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ, ‹Ἀπόστειλον εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνα, τὸν ἐπικαλούμενον Πέτρον, 14 ὃς λαλήσει ῥήματα πρός σε ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου.› 15 Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπ᾿ αὐτούς, ὥσπερ καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ. 16 Ἐμνήσθην δὲ τοῦ ῥήματος τοῦ Κυρίου, ὡς ἔλεγεν ὅτι ‹Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι Ἁγίῳ.› 17 Εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν;» 18 Ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες, «Ἄραγε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν.» 19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20 Ἦσαν δέ τινες ἐξ αὐτῶν, ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. 21 Καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ 24 (ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως). Καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. 25 Ἐξῆλθεν δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, 26 καὶ εὑρὼν ἤγαγεν εἰς Ἀντιόχειαν. Ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν. Χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. 27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις, κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν. 28 Ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος, ἐσήμανεν διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην (ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος). 29 Τῶν δὲ μαθητῶν, καθὼς εὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.

In Other Versions

Acts 11 in the ANGEFD

Acts 11 in the ANTPNG2D

Acts 11 in the AS21

Acts 11 in the BAGH

Acts 11 in the BBPNG

Acts 11 in the BBT1E

Acts 11 in the BDS

Acts 11 in the BEV

Acts 11 in the BHAD

Acts 11 in the BIB

Acts 11 in the BLPT

Acts 11 in the BNT

Acts 11 in the BNTABOOT

Acts 11 in the BNTLV

Acts 11 in the BOATCB

Acts 11 in the BOATCB2

Acts 11 in the BOBCV

Acts 11 in the BOCNT

Acts 11 in the BOECS

Acts 11 in the BOGWICC

Acts 11 in the BOHCB

Acts 11 in the BOHCV

Acts 11 in the BOHLNT

Acts 11 in the BOHNTLTAL

Acts 11 in the BOICB

Acts 11 in the BOILNTAP

Acts 11 in the BOITCV

Acts 11 in the BOKCV

Acts 11 in the BOKCV2

Acts 11 in the BOKHWOG

Acts 11 in the BOKSSV

Acts 11 in the BOLCB

Acts 11 in the BOLCB2

Acts 11 in the BOMCV

Acts 11 in the BONAV

Acts 11 in the BONCB

Acts 11 in the BONLT

Acts 11 in the BONUT2

Acts 11 in the BOPLNT

Acts 11 in the BOSCB

Acts 11 in the BOSNC

Acts 11 in the BOTLNT

Acts 11 in the BOVCB

Acts 11 in the BOYCB

Acts 11 in the BPBB

Acts 11 in the BPH

Acts 11 in the BSB

Acts 11 in the CCB

Acts 11 in the CUV

Acts 11 in the CUVS

Acts 11 in the DBT

Acts 11 in the DGDNT

Acts 11 in the DHNT

Acts 11 in the DNT

Acts 11 in the ELBE

Acts 11 in the EMTV

Acts 11 in the ESV

Acts 11 in the FBV

Acts 11 in the FEB

Acts 11 in the GGMNT

Acts 11 in the GNT

Acts 11 in the HARY

Acts 11 in the HNT

Acts 11 in the IRVA

Acts 11 in the IRVB

Acts 11 in the IRVG

Acts 11 in the IRVH

Acts 11 in the IRVK

Acts 11 in the IRVM

Acts 11 in the IRVM2

Acts 11 in the IRVO

Acts 11 in the IRVP

Acts 11 in the IRVT

Acts 11 in the IRVT2

Acts 11 in the IRVU

Acts 11 in the ISVN

Acts 11 in the JSNT

Acts 11 in the KAPI

Acts 11 in the KBT1ETNIK

Acts 11 in the KBV

Acts 11 in the KJV

Acts 11 in the KNFD

Acts 11 in the LBA

Acts 11 in the LBLA

Acts 11 in the LNT

Acts 11 in the LSV

Acts 11 in the MAAL

Acts 11 in the MBV

Acts 11 in the MBV2

Acts 11 in the MHNT

Acts 11 in the MKNFD

Acts 11 in the MNG

Acts 11 in the MNT

Acts 11 in the MNT2

Acts 11 in the MRS1T

Acts 11 in the NAA

Acts 11 in the NASB

Acts 11 in the NBLA

Acts 11 in the NBS

Acts 11 in the NBVTP

Acts 11 in the NET2

Acts 11 in the NIV11

Acts 11 in the NNT

Acts 11 in the NNT2

Acts 11 in the NNT3

Acts 11 in the PDDPT

Acts 11 in the PFNT

Acts 11 in the RMNT

Acts 11 in the SBIAS

Acts 11 in the SBIBS

Acts 11 in the SBIBS2

Acts 11 in the SBICS

Acts 11 in the SBIDS

Acts 11 in the SBIGS

Acts 11 in the SBIHS

Acts 11 in the SBIIS

Acts 11 in the SBIIS2

Acts 11 in the SBIIS3

Acts 11 in the SBIKS

Acts 11 in the SBIKS2

Acts 11 in the SBIMS

Acts 11 in the SBIOS

Acts 11 in the SBIPS

Acts 11 in the SBISS

Acts 11 in the SBITS

Acts 11 in the SBITS2

Acts 11 in the SBITS3

Acts 11 in the SBITS4

Acts 11 in the SBIUS

Acts 11 in the SBIVS

Acts 11 in the SBT

Acts 11 in the SBT1E

Acts 11 in the SCHL

Acts 11 in the SNT

Acts 11 in the SUSU

Acts 11 in the SUSU2

Acts 11 in the SYNO

Acts 11 in the TBIAOTANT

Acts 11 in the TBT1E

Acts 11 in the TBT1E2

Acts 11 in the TFTIP

Acts 11 in the TFTU

Acts 11 in the THAI

Acts 11 in the TNFD

Acts 11 in the TNT

Acts 11 in the TNTIK

Acts 11 in the TNTIL

Acts 11 in the TNTIN

Acts 11 in the TNTIP

Acts 11 in the TNTIZ

Acts 11 in the TOMA

Acts 11 in the TTENT

Acts 11 in the UBG

Acts 11 in the UGV

Acts 11 in the UGV2

Acts 11 in the UGV3

Acts 11 in the VBL

Acts 11 in the VDCC

Acts 11 in the YALU

Acts 11 in the YAPE

Acts 11 in the YBVTP

Acts 11 in the ZBP