Acts 2 (TGNTATF3T)

1 Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν ἅπαντες, ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. 2 Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. 3 Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέν τε ἐφ᾿ ἕνα ἕκαστον αὐτῶν. 4 Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. 5 Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. 6 Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. 7 Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον, λέγοντες πρὸς ἀλλήλους· «Οὐκ, ἰδού, πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; 8 Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; 9 Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται· καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, 10 Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην· καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι—Ἰουδαῖοί τε καὶ προσήλυτοι— 11 Κρῆτες καὶ Ἄραβες· ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ.» 12 Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες, «Τί ἂν θέλοι τοῦτο εἶναι;» 13 Ἕτεροι δὲ διαχλευάζοντες, ἔλεγον ὅτι «Γλεύκους μεμεστωμένοι εἰσίν.» 14 Σταθεὶς δὲ Πέτρος, σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἐπεφθέγξατο αὐτοῖς· «Ἄνδρες—Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες—τοῦτο ὑμῖν γνωστὸν ἔστω· καί, ἐνωτίσασθε τὰ ῥήματά μου. 15 Οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν (ἔστιν γὰρ ὥρα τρίτῃ τῆς ἡμέρας), 16 ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· 17 ‹Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν· καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται. 18 Καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου, καὶ προφητεύσουσιν. 19 Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω· αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ. 20 Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. 21 Καὶ ἔσται· πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.› 22 »Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ Θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς δυνάμεσιν καὶ τέρασιν καὶ σημείοις, οἷς ἐποίησεν δι᾿ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε, 23 τοῦτον—τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον—λαβόντες διὰ χειρῶν ἀνόμων, προσπήξαντες, ἀνείλετε· 24 ὃν ὁ Θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ᾿ αὐτοῦ. 25 Δαυὶδ γὰρ λέγει εἰς αὐτόν·‹Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. 26 Διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου. Ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ᾿ ἐλπίδι, 27 ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾍδου, οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. 28 Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.› 29 »Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυίδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. 30 Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, τὸ κατὰ σάρκα, ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ Θρόνου αὐτοῦ, 31 προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι ‹Οὐ κατελείφθη ἡ ψυχὴ αὐτοῦ εἰς ᾍδου, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.› 32 »Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες. 33 Τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ Ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ Πατρός, ἐξέχεεν τοῦτο ὃ νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε. 34 Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· ‹Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· «Κάθου ἐκ δεξιῶν μου 35 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» › 36 Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησεν, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.» 37 Ἀκούσαντες δὲ κατενύγησαν τῇ καρδίᾳ, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, «Τί ποιήσομεν, ἄνδρες ἀδελφοί;» 38 Εἶπεν δὲ Πέτρος πρὸς αὐτούς· «Μετανοήσατε καὶ βαπτισθήτω, ἕκαστος ὑμῶν, ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος. 39 Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσιν τοῖς εἰς μακράν—ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς ἡμῶν.» 40 Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει λέγων, «Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.» 41 Οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. 42 Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, καὶ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. 43 Ἐγένετο δὲ πάσῃ ψυχῇ φόβος—πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. 44 Πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά· 45 καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν. 46 Καθ᾿ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ᾿ οἶκον ἄρτον· μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, 47 αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ᾿ ἡμέραν τῇ ἐκκλησίᾳ.

In Other Versions

Acts 2 in the ANGEFD

Acts 2 in the ANTPNG2D

Acts 2 in the AS21

Acts 2 in the BAGH

Acts 2 in the BBPNG

Acts 2 in the BBT1E

Acts 2 in the BDS

Acts 2 in the BEV

Acts 2 in the BHAD

Acts 2 in the BIB

Acts 2 in the BLPT

Acts 2 in the BNT

Acts 2 in the BNTABOOT

Acts 2 in the BNTLV

Acts 2 in the BOATCB

Acts 2 in the BOATCB2

Acts 2 in the BOBCV

Acts 2 in the BOCNT

Acts 2 in the BOECS

Acts 2 in the BOGWICC

Acts 2 in the BOHCB

Acts 2 in the BOHCV

Acts 2 in the BOHLNT

Acts 2 in the BOHNTLTAL

Acts 2 in the BOICB

Acts 2 in the BOILNTAP

Acts 2 in the BOITCV

Acts 2 in the BOKCV

Acts 2 in the BOKCV2

Acts 2 in the BOKHWOG

Acts 2 in the BOKSSV

Acts 2 in the BOLCB

Acts 2 in the BOLCB2

Acts 2 in the BOMCV

Acts 2 in the BONAV

Acts 2 in the BONCB

Acts 2 in the BONLT

Acts 2 in the BONUT2

Acts 2 in the BOPLNT

Acts 2 in the BOSCB

Acts 2 in the BOSNC

Acts 2 in the BOTLNT

Acts 2 in the BOVCB

Acts 2 in the BOYCB

Acts 2 in the BPBB

Acts 2 in the BPH

Acts 2 in the BSB

Acts 2 in the CCB

Acts 2 in the CUV

Acts 2 in the CUVS

Acts 2 in the DBT

Acts 2 in the DGDNT

Acts 2 in the DHNT

Acts 2 in the DNT

Acts 2 in the ELBE

Acts 2 in the EMTV

Acts 2 in the ESV

Acts 2 in the FBV

Acts 2 in the FEB

Acts 2 in the GGMNT

Acts 2 in the GNT

Acts 2 in the HARY

Acts 2 in the HNT

Acts 2 in the IRVA

Acts 2 in the IRVB

Acts 2 in the IRVG

Acts 2 in the IRVH

Acts 2 in the IRVK

Acts 2 in the IRVM

Acts 2 in the IRVM2

Acts 2 in the IRVO

Acts 2 in the IRVP

Acts 2 in the IRVT

Acts 2 in the IRVT2

Acts 2 in the IRVU

Acts 2 in the ISVN

Acts 2 in the JSNT

Acts 2 in the KAPI

Acts 2 in the KBT1ETNIK

Acts 2 in the KBV

Acts 2 in the KJV

Acts 2 in the KNFD

Acts 2 in the LBA

Acts 2 in the LBLA

Acts 2 in the LNT

Acts 2 in the LSV

Acts 2 in the MAAL

Acts 2 in the MBV

Acts 2 in the MBV2

Acts 2 in the MHNT

Acts 2 in the MKNFD

Acts 2 in the MNG

Acts 2 in the MNT

Acts 2 in the MNT2

Acts 2 in the MRS1T

Acts 2 in the NAA

Acts 2 in the NASB

Acts 2 in the NBLA

Acts 2 in the NBS

Acts 2 in the NBVTP

Acts 2 in the NET2

Acts 2 in the NIV11

Acts 2 in the NNT

Acts 2 in the NNT2

Acts 2 in the NNT3

Acts 2 in the PDDPT

Acts 2 in the PFNT

Acts 2 in the RMNT

Acts 2 in the SBIAS

Acts 2 in the SBIBS

Acts 2 in the SBIBS2

Acts 2 in the SBICS

Acts 2 in the SBIDS

Acts 2 in the SBIGS

Acts 2 in the SBIHS

Acts 2 in the SBIIS

Acts 2 in the SBIIS2

Acts 2 in the SBIIS3

Acts 2 in the SBIKS

Acts 2 in the SBIKS2

Acts 2 in the SBIMS

Acts 2 in the SBIOS

Acts 2 in the SBIPS

Acts 2 in the SBISS

Acts 2 in the SBITS

Acts 2 in the SBITS2

Acts 2 in the SBITS3

Acts 2 in the SBITS4

Acts 2 in the SBIUS

Acts 2 in the SBIVS

Acts 2 in the SBT

Acts 2 in the SBT1E

Acts 2 in the SCHL

Acts 2 in the SNT

Acts 2 in the SUSU

Acts 2 in the SUSU2

Acts 2 in the SYNO

Acts 2 in the TBIAOTANT

Acts 2 in the TBT1E

Acts 2 in the TBT1E2

Acts 2 in the TFTIP

Acts 2 in the TFTU

Acts 2 in the THAI

Acts 2 in the TNFD

Acts 2 in the TNT

Acts 2 in the TNTIK

Acts 2 in the TNTIL

Acts 2 in the TNTIN

Acts 2 in the TNTIP

Acts 2 in the TNTIZ

Acts 2 in the TOMA

Acts 2 in the TTENT

Acts 2 in the UBG

Acts 2 in the UGV

Acts 2 in the UGV2

Acts 2 in the UGV3

Acts 2 in the VBL

Acts 2 in the VDCC

Acts 2 in the YALU

Acts 2 in the YAPE

Acts 2 in the YBVTP

Acts 2 in the ZBP