Colossians 1 (TGNTATF3T)
        
        
          1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ  διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, 2 τοῖς ἐν Κολοσσαῖς  ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.  3 Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ  Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι 4 (ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ καὶ τὴν ἀγάπην τὴν  εἰς πάντας τοὺς ἁγίους), 5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας 6 (τοῦ εὐαγγελίου τοῦ παρόντος εἰς ὑμᾶς καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ  ἔστιν καρποφορούμενον καὶ αὐξανόμενον  καθὼς καὶ ἐν ὑμῖν, ἀφ᾿ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ), 7 καθὼς καὶ  ἐμάθετε ἀπὸ Ἐπαφρᾶ, τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστιν πιστὸς ὑπὲρ ὑμῶν  διάκονος τοῦ Χριστοῦ, 8 ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν πνεύματι.  9 Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾿ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, 10 περιπατῆσαι ὑμᾶς  ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν,  ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν  τοῦ Θεοῦ· 11 ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν· 12 μετὰ χαρᾶς εὐχαριστοῦντες τῷ  Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς  εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· 13 ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, 14 ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ,  τὴν ἄφεσιν τῶν ἁμαρτιῶν.  15 Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης  κτίσεως, 16 ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα—τὰ  ἐν τοῖς οὐρανοῖς καὶ τὰ  ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι—τὰ πάντα δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· 17 καὶ αὐτός ἐστιν πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. 18 Καί, αὐτός ἐστιν ἡ  κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν  πᾶν τὸ πλήρωμα κατοικῆσαι 20 καὶ δι᾿ αὐτοῦ ἀποκαταλλάξαι τὰ  πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ—δι᾿ αὐτοῦ,  εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐπὶ  τοῖς οὐρανοῖς.  21 Καὶ ὑμᾶς (ποτὲ ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς) 22 νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου αὐτοῦ,  παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ— 23 εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου, οὗ ἠκούσατε τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ  κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγώ, Παῦλος, διάκονος.  24 Νῦν χαίρω ἐν τοῖς παθήμασίν μου  ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου, ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ  ἐστιν ἡ ἐκκλησία, 25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, 26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ  δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ· 27 οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ  πλοῦτος τῆς δόξης τοῦ  μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς  ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· 28 ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον  ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον  τέλειον  ἐν Χριστῷ· 29 εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.
        
        
          In Other Versions
        
        
  
    Colossians 1 in the ANGEFD
  
  
    Colossians 1 in the ANTPNG2D
  
  
    Colossians 1 in the AS21
  
  
    Colossians 1 in the BAGH
  
  
    Colossians 1 in the BBPNG
  
  
    Colossians 1 in the BBT1E
  
  
    Colossians 1 in the BDS
  
  
    Colossians 1 in the BEV
  
  
    Colossians 1 in the BHAD
  
  
    Colossians 1 in the BIB
  
  
    Colossians 1 in the BLPT
  
  
    Colossians 1 in the BNT
  
  
    Colossians 1 in the BNTABOOT
  
  
    Colossians 1 in the BNTLV
  
  
    Colossians 1 in the BOATCB
  
  
    Colossians 1 in the BOATCB2
  
  
    Colossians 1 in the BOBCV
  
  
    Colossians 1 in the BOCNT
  
  
    Colossians 1 in the BOECS
  
  
    Colossians 1 in the BOGWICC
  
  
    Colossians 1 in the BOHCB
  
  
    Colossians 1 in the BOHCV
  
  
    Colossians 1 in the BOHLNT
  
  
    Colossians 1 in the BOHNTLTAL
  
  
    Colossians 1 in the BOICB
  
  
    Colossians 1 in the BOILNTAP
  
  
    Colossians 1 in the BOITCV
  
  
    Colossians 1 in the BOKCV
  
  
    Colossians 1 in the BOKCV2
  
  
    Colossians 1 in the BOKHWOG
  
  
    Colossians 1 in the BOKSSV
  
  
    Colossians 1 in the BOLCB
  
  
    Colossians 1 in the BOLCB2
  
  
    Colossians 1 in the BOMCV
  
  
    Colossians 1 in the BONAV
  
  
    Colossians 1 in the BONCB
  
  
    Colossians 1 in the BONLT
  
  
    Colossians 1 in the BONUT2
  
  
    Colossians 1 in the BOPLNT
  
  
    Colossians 1 in the BOSCB
  
  
    Colossians 1 in the BOSNC
  
  
    Colossians 1 in the BOTLNT
  
  
    Colossians 1 in the BOVCB
  
  
    Colossians 1 in the BOYCB
  
  
    Colossians 1 in the BPBB
  
  
    Colossians 1 in the BPH
  
  
    Colossians 1 in the BSB
  
  
    Colossians 1 in the CCB
  
  
    Colossians 1 in the CUV
  
  
    Colossians 1 in the CUVS
  
  
    Colossians 1 in the DBT
  
  
    Colossians 1 in the DGDNT
  
  
    Colossians 1 in the DHNT
  
  
    Colossians 1 in the DNT
  
  
    Colossians 1 in the ELBE
  
  
    Colossians 1 in the EMTV
  
  
    Colossians 1 in the ESV
  
  
    Colossians 1 in the FBV
  
  
    Colossians 1 in the FEB
  
  
    Colossians 1 in the GGMNT
  
  
    Colossians 1 in the GNT
  
  
    Colossians 1 in the HARY
  
  
    Colossians 1 in the HNT
  
  
    Colossians 1 in the IRVA
  
  
    Colossians 1 in the IRVB
  
  
    Colossians 1 in the IRVG
  
  
    Colossians 1 in the IRVH
  
  
    Colossians 1 in the IRVK
  
  
    Colossians 1 in the IRVM
  
  
    Colossians 1 in the IRVM2
  
  
    Colossians 1 in the IRVO
  
  
    Colossians 1 in the IRVP
  
  
    Colossians 1 in the IRVT
  
  
    Colossians 1 in the IRVT2
  
  
    Colossians 1 in the IRVU
  
  
    Colossians 1 in the ISVN
  
  
    Colossians 1 in the JSNT
  
  
    Colossians 1 in the KAPI
  
  
    Colossians 1 in the KBT1ETNIK
  
  
    Colossians 1 in the KBV
  
  
    Colossians 1 in the KJV
  
  
    Colossians 1 in the KNFD
  
  
    Colossians 1 in the LBA
  
  
    Colossians 1 in the LBLA
  
  
    Colossians 1 in the LNT
  
  
    Colossians 1 in the LSV
  
  
    Colossians 1 in the MAAL
  
  
    Colossians 1 in the MBV
  
  
    Colossians 1 in the MBV2
  
  
    Colossians 1 in the MHNT
  
  
    Colossians 1 in the MKNFD
  
  
    Colossians 1 in the MNG
  
  
    Colossians 1 in the MNT
  
  
    Colossians 1 in the MNT2
  
  
    Colossians 1 in the MRS1T
  
  
    Colossians 1 in the NAA
  
  
    Colossians 1 in the NASB
  
  
    Colossians 1 in the NBLA
  
  
    Colossians 1 in the NBS
  
  
    Colossians 1 in the NBVTP
  
  
    Colossians 1 in the NET2
  
  
    Colossians 1 in the NIV11
  
  
    Colossians 1 in the NNT
  
  
    Colossians 1 in the NNT2
  
  
    Colossians 1 in the NNT3
  
  
    Colossians 1 in the PDDPT
  
  
    Colossians 1 in the PFNT
  
  
    Colossians 1 in the RMNT
  
  
    Colossians 1 in the SBIAS
  
  
    Colossians 1 in the SBIBS
  
  
    Colossians 1 in the SBIBS2
  
  
    Colossians 1 in the SBICS
  
  
    Colossians 1 in the SBIDS
  
  
    Colossians 1 in the SBIGS
  
  
    Colossians 1 in the SBIHS
  
  
    Colossians 1 in the SBIIS
  
  
    Colossians 1 in the SBIIS2
  
  
    Colossians 1 in the SBIIS3
  
  
    Colossians 1 in the SBIKS
  
  
    Colossians 1 in the SBIKS2
  
  
    Colossians 1 in the SBIMS
  
  
    Colossians 1 in the SBIOS
  
  
    Colossians 1 in the SBIPS
  
  
    Colossians 1 in the SBISS
  
  
    Colossians 1 in the SBITS
  
  
    Colossians 1 in the SBITS2
  
  
    Colossians 1 in the SBITS3
  
  
    Colossians 1 in the SBITS4
  
  
    Colossians 1 in the SBIUS
  
  
    Colossians 1 in the SBIVS
  
  
    Colossians 1 in the SBT
  
  
    Colossians 1 in the SBT1E
  
  
    Colossians 1 in the SCHL
  
  
    Colossians 1 in the SNT
  
  
    Colossians 1 in the SUSU
  
  
    Colossians 1 in the SUSU2
  
  
    Colossians 1 in the SYNO
  
  
    Colossians 1 in the TBIAOTANT
  
  
    Colossians 1 in the TBT1E
  
  
    Colossians 1 in the TBT1E2
  
  
    Colossians 1 in the TFTIP
  
  
    Colossians 1 in the TFTU
  
  
    Colossians 1 in the THAI
  
  
    Colossians 1 in the TNFD
  
  
    Colossians 1 in the TNT
  
  
    Colossians 1 in the TNTIK
  
  
    Colossians 1 in the TNTIL
  
  
    Colossians 1 in the TNTIN
  
  
    Colossians 1 in the TNTIP
  
  
    Colossians 1 in the TNTIZ
  
  
    Colossians 1 in the TOMA
  
  
    Colossians 1 in the TTENT
  
  
    Colossians 1 in the UBG
  
  
    Colossians 1 in the UGV
  
  
    Colossians 1 in the UGV2
  
  
    Colossians 1 in the UGV3
  
  
    Colossians 1 in the VBL
  
  
    Colossians 1 in the VDCC
  
  
    Colossians 1 in the YALU
  
  
    Colossians 1 in the YAPE
  
  
    Colossians 1 in the YBVTP
  
  
    Colossians 1 in the ZBP