Jude 1 (TGNTATF3T)
1 Ἰούδας, Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἡγιασμένοις καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις, κλητοῖς· 2 Ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη. 3 Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 4 Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα· ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν καὶ τὸν μόνον Δεσπότην Θεόν, καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἀρνούμενοι. 5 Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. 6 Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλ᾿ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. 7 Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις—τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας—πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι. 8 Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσιν, κυριότητα δὲ ἀθετοῦσιν, δόξας δὲ βλασφημοῦσιν. 9 Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος—διελέγετο περὶ τοῦ Μωσέως σώματος—οὐκ ἐτόλμησεν κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾿ εἶπεν, «Ἐπιτιμήσαι σοι Κύριος.» 10 Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασιν βλασφημοῦσιν, ὅσα δὲ φυσικῶς ὡς τὰ ἄλογα ζῷα ἐπίστανται—ἐν τούτοις φθείρονται. 11 Οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κορὲ ἀπώλοντο. 12 Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι ἀφόβως, ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δίς ἀποθανόντα (ἐκριζωθέντα)· 13 κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται. 14 Προεφήτευσεν δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδάμ, Ἐνώχ, λέγων· «Ἰδού, ἦλθεν Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ 15 ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾿ αὐτοῦ—ἁμαρτωλοὶ ἀσεβεῖς.» 16 Οὗτοί εἰσιν γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας ἑαυτῶν πορευόμενοι· καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν. 17 Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 18 ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19 Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. 20 Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι, 21 ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. 22 Καὶ οὓς μὲν ἐλεεῖτε, διακρινόμενοι· 23 οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα. 24 Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει— 25 μόνῳ σοφῷ Θεῷ, Σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.
In Other Versions
Jude 1 in the ANGEFD
Jude 1 in the ANTPNG2D
Jude 1 in the AS21
Jude 1 in the BAGH
Jude 1 in the BBPNG
Jude 1 in the BBT1E
Jude 1 in the BDS
Jude 1 in the BEV
Jude 1 in the BHAD
Jude 1 in the BIB
Jude 1 in the BLPT
Jude 1 in the BNT
Jude 1 in the BNTABOOT
Jude 1 in the BNTLV
Jude 1 in the BOATCB
Jude 1 in the BOATCB2
Jude 1 in the BOBCV
Jude 1 in the BOCNT
Jude 1 in the BOECS
Jude 1 in the BOGWICC
Jude 1 in the BOHCB
Jude 1 in the BOHCV
Jude 1 in the BOHLNT
Jude 1 in the BOHNTLTAL
Jude 1 in the BOICB
Jude 1 in the BOILNTAP
Jude 1 in the BOITCV
Jude 1 in the BOKCV
Jude 1 in the BOKCV2
Jude 1 in the BOKHWOG
Jude 1 in the BOKSSV
Jude 1 in the BOLCB
Jude 1 in the BOLCB2
Jude 1 in the BOMCV
Jude 1 in the BONAV
Jude 1 in the BONCB
Jude 1 in the BONLT
Jude 1 in the BONUT2
Jude 1 in the BOPLNT
Jude 1 in the BOSCB
Jude 1 in the BOSNC
Jude 1 in the BOTLNT
Jude 1 in the BOVCB
Jude 1 in the BOYCB
Jude 1 in the BPBB
Jude 1 in the BPH
Jude 1 in the BSB
Jude 1 in the CCB
Jude 1 in the CUV
Jude 1 in the CUVS
Jude 1 in the DBT
Jude 1 in the DGDNT
Jude 1 in the DHNT
Jude 1 in the DNT
Jude 1 in the ELBE
Jude 1 in the EMTV
Jude 1 in the ESV
Jude 1 in the FBV
Jude 1 in the FEB
Jude 1 in the GGMNT
Jude 1 in the GNT
Jude 1 in the HARY
Jude 1 in the HNT
Jude 1 in the IRVA
Jude 1 in the IRVB
Jude 1 in the IRVG
Jude 1 in the IRVH
Jude 1 in the IRVK
Jude 1 in the IRVM
Jude 1 in the IRVM2
Jude 1 in the IRVO
Jude 1 in the IRVP
Jude 1 in the IRVT
Jude 1 in the IRVT2
Jude 1 in the IRVU
Jude 1 in the ISVN
Jude 1 in the JSNT
Jude 1 in the KAPI
Jude 1 in the KBT1ETNIK
Jude 1 in the KBV
Jude 1 in the KJV
Jude 1 in the KNFD
Jude 1 in the LBA
Jude 1 in the LBLA
Jude 1 in the LNT
Jude 1 in the LSV
Jude 1 in the MAAL
Jude 1 in the MBV
Jude 1 in the MBV2
Jude 1 in the MHNT
Jude 1 in the MKNFD
Jude 1 in the MNG
Jude 1 in the MNT
Jude 1 in the MNT2
Jude 1 in the MRS1T
Jude 1 in the NAA
Jude 1 in the NASB
Jude 1 in the NBLA
Jude 1 in the NBS
Jude 1 in the NBVTP
Jude 1 in the NET2
Jude 1 in the NIV11
Jude 1 in the NNT
Jude 1 in the NNT2
Jude 1 in the NNT3
Jude 1 in the PDDPT
Jude 1 in the PFNT
Jude 1 in the RMNT
Jude 1 in the SBIAS
Jude 1 in the SBIBS
Jude 1 in the SBIBS2
Jude 1 in the SBICS
Jude 1 in the SBIDS
Jude 1 in the SBIGS
Jude 1 in the SBIHS
Jude 1 in the SBIIS
Jude 1 in the SBIIS2
Jude 1 in the SBIIS3
Jude 1 in the SBIKS
Jude 1 in the SBIKS2
Jude 1 in the SBIMS
Jude 1 in the SBIOS
Jude 1 in the SBIPS
Jude 1 in the SBISS
Jude 1 in the SBITS
Jude 1 in the SBITS2
Jude 1 in the SBITS3
Jude 1 in the SBITS4
Jude 1 in the SBIUS
Jude 1 in the SBIVS
Jude 1 in the SBT
Jude 1 in the SBT1E
Jude 1 in the SCHL
Jude 1 in the SNT
Jude 1 in the SUSU
Jude 1 in the SUSU2
Jude 1 in the SYNO
Jude 1 in the TBIAOTANT
Jude 1 in the TBT1E
Jude 1 in the TBT1E2
Jude 1 in the TFTIP
Jude 1 in the TFTU
Jude 1 in the THAI
Jude 1 in the TNFD
Jude 1 in the TNT
Jude 1 in the TNTIK
Jude 1 in the TNTIL
Jude 1 in the TNTIN
Jude 1 in the TNTIP
Jude 1 in the TNTIZ
Jude 1 in the TOMA
Jude 1 in the TTENT
Jude 1 in the UBG
Jude 1 in the UGV
Jude 1 in the UGV2
Jude 1 in the UGV3
Jude 1 in the VBL
Jude 1 in the VDCC
Jude 1 in the YALU
Jude 1 in the YAPE
Jude 1 in the YBVTP
Jude 1 in the ZBP