Matthew 22 (TGNTATF3T)

1 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς, λέγων· 2 «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. 3 Καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4 Πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων, ‹Εἴπατε τοῖς κεκλημένοις· «Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα· οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα. Δεῦτε εἰς τοὺς γάμους.» › 5 Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον—ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ. 6 Οἱ δὲ λοιποί, κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7 Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. 8 »Τότε λέγει τοῖς δούλοις αὐτοῦ· ‹Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. 9 Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε καλέσατε εἰς τοὺς γάμους.› 10 Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. 11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου. 12 Καὶ λέγει αὐτῷ, ‹Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;› Ὁ δὲ ἐφιμώθη. 13 Τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις, ‹Δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον.› Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.» 15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν, μετὰ τῶν Ἡρῳδιανῶν, λέγοντες· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις· καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. 17 Εἰπὲ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;» 18 Γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· «Τί με πειράζετε, ὑποκριταί; 19 Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.» Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 Καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;» 21 Λέγουσιν αὐτῷ, «Καίσαρος.» Τότε λέγει αὐτοῖς, «Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» 22 Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. 23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, 24 λέγοντες· «Διδάσκαλε, Μωσῆς εἶπεν, ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 Ἦσαν δὲ παρ᾿ ἡμῖν ἑπτὰ ἀδελφοί. Καὶ ὁ πρῶτος γαμήσας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. 26 Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά. 27 Ὕστερον δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή. 28 Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν.» 29 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. 30 Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται, ἀλλ᾿ ὡς ἄγγελοι τοῦ Θεοῦ ἐν οὐρανῷ εἰσιν. 31 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ, λέγοντος, 32 ‹Ἐγώ εἰμι ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ›; Οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν ἀλλὰ ζώντων.» 33 Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό. 35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικός, πειράζων αὐτόν, καὶ λέγων, 36 «Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;» 37 Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ· « ‹Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.› 38 Αὕτη ἐστὶν πρώτη καὶ μεγάλη ἐντολή. 39 Δευτέρα δὲ ὁμοία αὕτη, ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› 40 Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ Νόμος καὶ οἱ Προφῆται κρέμανται.» 41 Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς, 42 λέγων, «Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ· τίνος υἱός ἐστιν;» Λέγουσιν αὐτῷ, «Τοῦ Δαυίδ.» 43 Λέγει αὐτοῖς· «Πῶς οὖν Δαυὶδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων, 44 ‹Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου» ›; 45 Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν ‹Κύριον,› πῶς υἱὸς αὐτοῦ ἐστιν;» 46 Καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ᾿ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

In Other Versions

Matthew 22 in the ANGEFD

Matthew 22 in the ANTPNG2D

Matthew 22 in the AS21

Matthew 22 in the BAGH

Matthew 22 in the BBPNG

Matthew 22 in the BBT1E

Matthew 22 in the BDS

Matthew 22 in the BEV

Matthew 22 in the BHAD

Matthew 22 in the BIB

Matthew 22 in the BLPT

Matthew 22 in the BNT

Matthew 22 in the BNTABOOT

Matthew 22 in the BNTLV

Matthew 22 in the BOATCB

Matthew 22 in the BOATCB2

Matthew 22 in the BOBCV

Matthew 22 in the BOCNT

Matthew 22 in the BOECS

Matthew 22 in the BOGWICC

Matthew 22 in the BOHCB

Matthew 22 in the BOHCV

Matthew 22 in the BOHLNT

Matthew 22 in the BOHNTLTAL

Matthew 22 in the BOICB

Matthew 22 in the BOILNTAP

Matthew 22 in the BOITCV

Matthew 22 in the BOKCV

Matthew 22 in the BOKCV2

Matthew 22 in the BOKHWOG

Matthew 22 in the BOKSSV

Matthew 22 in the BOLCB

Matthew 22 in the BOLCB2

Matthew 22 in the BOMCV

Matthew 22 in the BONAV

Matthew 22 in the BONCB

Matthew 22 in the BONLT

Matthew 22 in the BONUT2

Matthew 22 in the BOPLNT

Matthew 22 in the BOSCB

Matthew 22 in the BOSNC

Matthew 22 in the BOTLNT

Matthew 22 in the BOVCB

Matthew 22 in the BOYCB

Matthew 22 in the BPBB

Matthew 22 in the BPH

Matthew 22 in the BSB

Matthew 22 in the CCB

Matthew 22 in the CUV

Matthew 22 in the CUVS

Matthew 22 in the DBT

Matthew 22 in the DGDNT

Matthew 22 in the DHNT

Matthew 22 in the DNT

Matthew 22 in the ELBE

Matthew 22 in the EMTV

Matthew 22 in the ESV

Matthew 22 in the FBV

Matthew 22 in the FEB

Matthew 22 in the GGMNT

Matthew 22 in the GNT

Matthew 22 in the HARY

Matthew 22 in the HNT

Matthew 22 in the IRVA

Matthew 22 in the IRVB

Matthew 22 in the IRVG

Matthew 22 in the IRVH

Matthew 22 in the IRVK

Matthew 22 in the IRVM

Matthew 22 in the IRVM2

Matthew 22 in the IRVO

Matthew 22 in the IRVP

Matthew 22 in the IRVT

Matthew 22 in the IRVT2

Matthew 22 in the IRVU

Matthew 22 in the ISVN

Matthew 22 in the JSNT

Matthew 22 in the KAPI

Matthew 22 in the KBT1ETNIK

Matthew 22 in the KBV

Matthew 22 in the KJV

Matthew 22 in the KNFD

Matthew 22 in the LBA

Matthew 22 in the LBLA

Matthew 22 in the LNT

Matthew 22 in the LSV

Matthew 22 in the MAAL

Matthew 22 in the MBV

Matthew 22 in the MBV2

Matthew 22 in the MHNT

Matthew 22 in the MKNFD

Matthew 22 in the MNG

Matthew 22 in the MNT

Matthew 22 in the MNT2

Matthew 22 in the MRS1T

Matthew 22 in the NAA

Matthew 22 in the NASB

Matthew 22 in the NBLA

Matthew 22 in the NBS

Matthew 22 in the NBVTP

Matthew 22 in the NET2

Matthew 22 in the NIV11

Matthew 22 in the NNT

Matthew 22 in the NNT2

Matthew 22 in the NNT3

Matthew 22 in the PDDPT

Matthew 22 in the PFNT

Matthew 22 in the RMNT

Matthew 22 in the SBIAS

Matthew 22 in the SBIBS

Matthew 22 in the SBIBS2

Matthew 22 in the SBICS

Matthew 22 in the SBIDS

Matthew 22 in the SBIGS

Matthew 22 in the SBIHS

Matthew 22 in the SBIIS

Matthew 22 in the SBIIS2

Matthew 22 in the SBIIS3

Matthew 22 in the SBIKS

Matthew 22 in the SBIKS2

Matthew 22 in the SBIMS

Matthew 22 in the SBIOS

Matthew 22 in the SBIPS

Matthew 22 in the SBISS

Matthew 22 in the SBITS

Matthew 22 in the SBITS2

Matthew 22 in the SBITS3

Matthew 22 in the SBITS4

Matthew 22 in the SBIUS

Matthew 22 in the SBIVS

Matthew 22 in the SBT

Matthew 22 in the SBT1E

Matthew 22 in the SCHL

Matthew 22 in the SNT

Matthew 22 in the SUSU

Matthew 22 in the SUSU2

Matthew 22 in the SYNO

Matthew 22 in the TBIAOTANT

Matthew 22 in the TBT1E

Matthew 22 in the TBT1E2

Matthew 22 in the TFTIP

Matthew 22 in the TFTU

Matthew 22 in the THAI

Matthew 22 in the TNFD

Matthew 22 in the TNT

Matthew 22 in the TNTIK

Matthew 22 in the TNTIL

Matthew 22 in the TNTIN

Matthew 22 in the TNTIP

Matthew 22 in the TNTIZ

Matthew 22 in the TOMA

Matthew 22 in the TTENT

Matthew 22 in the UBG

Matthew 22 in the UGV

Matthew 22 in the UGV2

Matthew 22 in the UGV3

Matthew 22 in the VBL

Matthew 22 in the VDCC

Matthew 22 in the YALU

Matthew 22 in the YAPE

Matthew 22 in the YBVTP

Matthew 22 in the ZBP