Matthew 5 (TGNTATF3T)

1 Ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος καί, καθίσαντος αὐτοῦ, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2 Καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· 3 «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 4 Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. 5 Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. 6 Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. 7 Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. 8 Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. 9 Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. 10 Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. 11 »Μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν, καὶ εἴπωσιν πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν, ψευδόμενοι, ἕνεκεν ἐμοῦ. 12 Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. 13 Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς· ἐὰν δὲ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; Εἰς οὐδὲν ἰσχύει ἔτι εἰ μὴ βληθῆναι ἔξω καὶ καταπατεῖσθαι ὑπὸ τῶν ἀνθρώπων. 14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη. 15 Οὐδὲ καίουσιν λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ. 16 Οὕτως λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 »Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἢ τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. 18 Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ Νόμου ἕως ἂν πάντα γένηται. 19 Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20 Λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 21 »Ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, ‹Οὐ φονεύσεις, ὃς δ᾿ ἂν φονεύσῃ, ἔνοχος ἔσται τῇ κρίσει.› 22 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει. Ὃς δ᾿ ἂν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ, ‹Ῥακά,› ἔνοχος ἔσται τῷ συνεδρίῳ. Ὃς δ᾿ ἂν εἴπῃ, ‹Μωρέ,› ἔνοχος ἔσται εἰς τὴν Γέενναν τοῦ πυρός. 23 Ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον καὶ ἐκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, 24 ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. 25 Ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ᾿ αὐτοῦ, μήποτέ σε παραδῷ ὁ ἀντίδικος τῷ κριτῇ, καὶ ὁ κριτής σε παραδῷ τῷ ὑπηρέτῃ, καὶ εἰς φυλακὴν βληθήσῃ. 26 Ἀμὴν λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως ἂν ἀποδῷς τὸν ἔσχατον κοδράντην. 27 »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Οὐ μοιχεύσεις.› 28 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 29 Εἰ δὲ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. 30 Καὶ εἰ ἡ δεξιά σου χεὶρ σκανδαλίζει σε, ἔκκοψον αὐτὴν καὶ βάλε ἀπὸ σοῦ· συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς Γέενναν. 31 Ἐρρέθη ὅτι ‹ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, δότω αὐτῇ ἀποστάσιον.› 32 Ἐγὼ δὲ λέγω ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, καὶ ὃς ἐὰν ἀπολελυμένην γαμήσῃ μοιχᾶται. 33 »Πάλιν ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, ‹Οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου.› 34 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶν τοῦ Θεοῦ· 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶν τοῦ μεγάλου Βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. 37 Ἔστω δὲ ὁ λόγος ὑμῶν ‹ναὶ ναί,› ‹οὒ οὔ›· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. 38 »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος.› 39 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. 40 Καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. 41 Καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο. 42 Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. 43 »Ἠκούσατε ὅτι ἐρρέθη, ‹Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου.› 44 Ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων ὑμᾶς, 45 ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. 46 Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, τίνα μισθὸν ἔχετε; Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; 47 Καὶ ἐὰν ἀσπάσησθε τοὺς φίλους ὑμῶν μόνον, τί περισσὸν ποιεῖτε; Οὐχὶ καὶ οἱ τελῶναι οὕτως ποιοῦσιν; 48 Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὥσπερ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς τέλειός ἐστιν.

In Other Versions

Matthew 5 in the ANGEFD

Matthew 5 in the ANTPNG2D

Matthew 5 in the AS21

Matthew 5 in the BAGH

Matthew 5 in the BBPNG

Matthew 5 in the BBT1E

Matthew 5 in the BDS

Matthew 5 in the BEV

Matthew 5 in the BHAD

Matthew 5 in the BIB

Matthew 5 in the BLPT

Matthew 5 in the BNT

Matthew 5 in the BNTABOOT

Matthew 5 in the BNTLV

Matthew 5 in the BOATCB

Matthew 5 in the BOATCB2

Matthew 5 in the BOBCV

Matthew 5 in the BOCNT

Matthew 5 in the BOECS

Matthew 5 in the BOGWICC

Matthew 5 in the BOHCB

Matthew 5 in the BOHCV

Matthew 5 in the BOHLNT

Matthew 5 in the BOHNTLTAL

Matthew 5 in the BOICB

Matthew 5 in the BOILNTAP

Matthew 5 in the BOITCV

Matthew 5 in the BOKCV

Matthew 5 in the BOKCV2

Matthew 5 in the BOKHWOG

Matthew 5 in the BOKSSV

Matthew 5 in the BOLCB

Matthew 5 in the BOLCB2

Matthew 5 in the BOMCV

Matthew 5 in the BONAV

Matthew 5 in the BONCB

Matthew 5 in the BONLT

Matthew 5 in the BONUT2

Matthew 5 in the BOPLNT

Matthew 5 in the BOSCB

Matthew 5 in the BOSNC

Matthew 5 in the BOTLNT

Matthew 5 in the BOVCB

Matthew 5 in the BOYCB

Matthew 5 in the BPBB

Matthew 5 in the BPH

Matthew 5 in the BSB

Matthew 5 in the CCB

Matthew 5 in the CUV

Matthew 5 in the CUVS

Matthew 5 in the DBT

Matthew 5 in the DGDNT

Matthew 5 in the DHNT

Matthew 5 in the DNT

Matthew 5 in the ELBE

Matthew 5 in the EMTV

Matthew 5 in the ESV

Matthew 5 in the FBV

Matthew 5 in the FEB

Matthew 5 in the GGMNT

Matthew 5 in the GNT

Matthew 5 in the HARY

Matthew 5 in the HNT

Matthew 5 in the IRVA

Matthew 5 in the IRVB

Matthew 5 in the IRVG

Matthew 5 in the IRVH

Matthew 5 in the IRVK

Matthew 5 in the IRVM

Matthew 5 in the IRVM2

Matthew 5 in the IRVO

Matthew 5 in the IRVP

Matthew 5 in the IRVT

Matthew 5 in the IRVT2

Matthew 5 in the IRVU

Matthew 5 in the ISVN

Matthew 5 in the JSNT

Matthew 5 in the KAPI

Matthew 5 in the KBT1ETNIK

Matthew 5 in the KBV

Matthew 5 in the KJV

Matthew 5 in the KNFD

Matthew 5 in the LBA

Matthew 5 in the LBLA

Matthew 5 in the LNT

Matthew 5 in the LSV

Matthew 5 in the MAAL

Matthew 5 in the MBV

Matthew 5 in the MBV2

Matthew 5 in the MHNT

Matthew 5 in the MKNFD

Matthew 5 in the MNG

Matthew 5 in the MNT

Matthew 5 in the MNT2

Matthew 5 in the MRS1T

Matthew 5 in the NAA

Matthew 5 in the NASB

Matthew 5 in the NBLA

Matthew 5 in the NBS

Matthew 5 in the NBVTP

Matthew 5 in the NET2

Matthew 5 in the NIV11

Matthew 5 in the NNT

Matthew 5 in the NNT2

Matthew 5 in the NNT3

Matthew 5 in the PDDPT

Matthew 5 in the PFNT

Matthew 5 in the RMNT

Matthew 5 in the SBIAS

Matthew 5 in the SBIBS

Matthew 5 in the SBIBS2

Matthew 5 in the SBICS

Matthew 5 in the SBIDS

Matthew 5 in the SBIGS

Matthew 5 in the SBIHS

Matthew 5 in the SBIIS

Matthew 5 in the SBIIS2

Matthew 5 in the SBIIS3

Matthew 5 in the SBIKS

Matthew 5 in the SBIKS2

Matthew 5 in the SBIMS

Matthew 5 in the SBIOS

Matthew 5 in the SBIPS

Matthew 5 in the SBISS

Matthew 5 in the SBITS

Matthew 5 in the SBITS2

Matthew 5 in the SBITS3

Matthew 5 in the SBITS4

Matthew 5 in the SBIUS

Matthew 5 in the SBIVS

Matthew 5 in the SBT

Matthew 5 in the SBT1E

Matthew 5 in the SCHL

Matthew 5 in the SNT

Matthew 5 in the SUSU

Matthew 5 in the SUSU2

Matthew 5 in the SYNO

Matthew 5 in the TBIAOTANT

Matthew 5 in the TBT1E

Matthew 5 in the TBT1E2

Matthew 5 in the TFTIP

Matthew 5 in the TFTU

Matthew 5 in the THAI

Matthew 5 in the TNFD

Matthew 5 in the TNT

Matthew 5 in the TNTIK

Matthew 5 in the TNTIL

Matthew 5 in the TNTIN

Matthew 5 in the TNTIP

Matthew 5 in the TNTIZ

Matthew 5 in the TOMA

Matthew 5 in the TTENT

Matthew 5 in the UBG

Matthew 5 in the UGV

Matthew 5 in the UGV2

Matthew 5 in the UGV3

Matthew 5 in the VBL

Matthew 5 in the VDCC

Matthew 5 in the YALU

Matthew 5 in the YAPE

Matthew 5 in the YBVTP

Matthew 5 in the ZBP