Romans 11 (TGNTATF3T)

1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἁβραάμ, φυλῆς Βενιαμίν. 2 Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων· 3 «Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.» 4 Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; «Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.» 5 Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν. 6 Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶν χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. 7 Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτου οὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν. 8 Καθὼς γέγραπται· «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.» 9 Καὶ Δαυὶδ λέγει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς. 10 Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.» 11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; Μὴ γένοιτο· ἀλλά, τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12 Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; 13 Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν (ἐφ᾿ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω), 14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15 Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16 Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι. 17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δέ, ἀγριέλαιος ὤν, ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18 μὴ κατακαυχῶ τῶν κλάδων (εἰ δὲ κατακαυχᾶσαι—οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾿ ἡ ῥίζα σέ). 19 Ἐρεῖς οὖν, «Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.» 20 Καλῶς. Τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. 21 Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πως οὐδὲ σοῦ φείσεται. 22 Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δὲ σέ, χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23 Καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμείνωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται, δυνατὸς γὰρ ὁ Θεός ἐστιν πάλιν ἐγκεντρίσαι αὐτούς. 24 Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ; 25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο (ἵνα μὴ ἦτε παρ᾿ ἑαυτοῖς φρόνιμοι)· ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. 26 Καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· «Ἥξει ἐκ Σιὼν ὁ Ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· 27 καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.» 28 Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾿ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. 29 Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. 30 Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, 31 οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν. 32 Συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ. 33 Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 34 «Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» 35 Ἢ «Τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;» 36 Ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

In Other Versions

Romans 11 in the ANGEFD

Romans 11 in the ANTPNG2D

Romans 11 in the AS21

Romans 11 in the BAGH

Romans 11 in the BBPNG

Romans 11 in the BBT1E

Romans 11 in the BDS

Romans 11 in the BEV

Romans 11 in the BHAD

Romans 11 in the BIB

Romans 11 in the BLPT

Romans 11 in the BNT

Romans 11 in the BNTABOOT

Romans 11 in the BNTLV

Romans 11 in the BOATCB

Romans 11 in the BOATCB2

Romans 11 in the BOBCV

Romans 11 in the BOCNT

Romans 11 in the BOECS

Romans 11 in the BOGWICC

Romans 11 in the BOHCB

Romans 11 in the BOHCV

Romans 11 in the BOHLNT

Romans 11 in the BOHNTLTAL

Romans 11 in the BOICB

Romans 11 in the BOILNTAP

Romans 11 in the BOITCV

Romans 11 in the BOKCV

Romans 11 in the BOKCV2

Romans 11 in the BOKHWOG

Romans 11 in the BOKSSV

Romans 11 in the BOLCB

Romans 11 in the BOLCB2

Romans 11 in the BOMCV

Romans 11 in the BONAV

Romans 11 in the BONCB

Romans 11 in the BONLT

Romans 11 in the BONUT2

Romans 11 in the BOPLNT

Romans 11 in the BOSCB

Romans 11 in the BOSNC

Romans 11 in the BOTLNT

Romans 11 in the BOVCB

Romans 11 in the BOYCB

Romans 11 in the BPBB

Romans 11 in the BPH

Romans 11 in the BSB

Romans 11 in the CCB

Romans 11 in the CUV

Romans 11 in the CUVS

Romans 11 in the DBT

Romans 11 in the DGDNT

Romans 11 in the DHNT

Romans 11 in the DNT

Romans 11 in the ELBE

Romans 11 in the EMTV

Romans 11 in the ESV

Romans 11 in the FBV

Romans 11 in the FEB

Romans 11 in the GGMNT

Romans 11 in the GNT

Romans 11 in the HARY

Romans 11 in the HNT

Romans 11 in the IRVA

Romans 11 in the IRVB

Romans 11 in the IRVG

Romans 11 in the IRVH

Romans 11 in the IRVK

Romans 11 in the IRVM

Romans 11 in the IRVM2

Romans 11 in the IRVO

Romans 11 in the IRVP

Romans 11 in the IRVT

Romans 11 in the IRVT2

Romans 11 in the IRVU

Romans 11 in the ISVN

Romans 11 in the JSNT

Romans 11 in the KAPI

Romans 11 in the KBT1ETNIK

Romans 11 in the KBV

Romans 11 in the KJV

Romans 11 in the KNFD

Romans 11 in the LBA

Romans 11 in the LBLA

Romans 11 in the LNT

Romans 11 in the LSV

Romans 11 in the MAAL

Romans 11 in the MBV

Romans 11 in the MBV2

Romans 11 in the MHNT

Romans 11 in the MKNFD

Romans 11 in the MNG

Romans 11 in the MNT

Romans 11 in the MNT2

Romans 11 in the MRS1T

Romans 11 in the NAA

Romans 11 in the NASB

Romans 11 in the NBLA

Romans 11 in the NBS

Romans 11 in the NBVTP

Romans 11 in the NET2

Romans 11 in the NIV11

Romans 11 in the NNT

Romans 11 in the NNT2

Romans 11 in the NNT3

Romans 11 in the PDDPT

Romans 11 in the PFNT

Romans 11 in the RMNT

Romans 11 in the SBIAS

Romans 11 in the SBIBS

Romans 11 in the SBIBS2

Romans 11 in the SBICS

Romans 11 in the SBIDS

Romans 11 in the SBIGS

Romans 11 in the SBIHS

Romans 11 in the SBIIS

Romans 11 in the SBIIS2

Romans 11 in the SBIIS3

Romans 11 in the SBIKS

Romans 11 in the SBIKS2

Romans 11 in the SBIMS

Romans 11 in the SBIOS

Romans 11 in the SBIPS

Romans 11 in the SBISS

Romans 11 in the SBITS

Romans 11 in the SBITS2

Romans 11 in the SBITS3

Romans 11 in the SBITS4

Romans 11 in the SBIUS

Romans 11 in the SBIVS

Romans 11 in the SBT

Romans 11 in the SBT1E

Romans 11 in the SCHL

Romans 11 in the SNT

Romans 11 in the SUSU

Romans 11 in the SUSU2

Romans 11 in the SYNO

Romans 11 in the TBIAOTANT

Romans 11 in the TBT1E

Romans 11 in the TBT1E2

Romans 11 in the TFTIP

Romans 11 in the TFTU

Romans 11 in the THAI

Romans 11 in the TNFD

Romans 11 in the TNT

Romans 11 in the TNTIK

Romans 11 in the TNTIL

Romans 11 in the TNTIN

Romans 11 in the TNTIP

Romans 11 in the TNTIZ

Romans 11 in the TOMA

Romans 11 in the TTENT

Romans 11 in the UBG

Romans 11 in the UGV

Romans 11 in the UGV2

Romans 11 in the UGV3

Romans 11 in the VBL

Romans 11 in the VDCC

Romans 11 in the YALU

Romans 11 in the YAPE

Romans 11 in the YBVTP

Romans 11 in the ZBP