Luke 23 (TGNTATF3T)

1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. 2 Ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες, «Τοῦτον εὕρομεν διαστρέφοντα τὸ ἔθνος, καὶ κωλύοντα Καίσαρι φόρους διδόναι, λέγοντα ἑαυτὸν Χριστὸν βασιλέα εἶναι.» 3 Ὁ δὲ Πιλᾶτος ἐπηρώτησεν αὐτὸν λέγων, «Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη, «Σὺ λέγεις.» 4 Ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους, «Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.» 5 Οἱ δὲ ἐπίσχυον, λέγοντες ὅτι «Ἀνασείει τὸν λαόν, διδάσκων καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.» 6 Πιλᾶτος δὲ ἀκούσας ‹Γαλιλαίαν,› ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν. 7 Καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστίν, ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8 Ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ θέλων ἐξ ἱκανοῦ ἰδεῖν αὐτόν, διὰ τὸ ἀκούειν πολλὰ περὶ αὐτοῦ· καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπ᾿ αὐτοῦ γινόμενον. 9 Ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 Εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 Ἐξουθενήσας δὲ αὐτὸν ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ, καὶ ἐμπαίξας, περιβαλὼν αὐτὸν ἐσθῆτα λαμπράν, ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 (Ἐγένοντο δὲ φίλοι ὅ τε Πιλᾶτος καὶ ὁ Ἡρῴδης ἐν αὐτῇ τῇ ἡμέρᾳ μετ᾿ ἀλλήλων—προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ἑαυτούς.) 13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαόν, 14 εἶπεν πρὸς αὐτούς· «Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδού, ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας οὐδὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατ᾿ αὐτοῦ. 15 Ἀλλ᾿ οὐδὲ Ἡρῴδης (ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν)· καὶ ἰδού, οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ. 16 Παιδεύσας οὖν αὐτὸν ἀπολύσω.» 17 (Ἀνάγκην δὲ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα.) 18 Ἀνέκραξαν δὲ παμπληθεὶ λέγοντες· «Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν Βαραββᾶν»— 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει, καὶ φόνον, βεβλημένος εἰς φυλακήν. 20 Πάλιν οὖν ὁ Πιλᾶτος προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 Οἱ δὲ ἐπεφώνουν λέγοντες· «Σταύρωσον, σταύρωσον αὐτόν.» 22 Ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· «Τί γὰρ κακὸν ἐποίησεν οὗτος; Οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.» 23 Οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις, αἰτούμενοι αὐτὸν σταυρωθῆναι· καὶ κατίσχυον αἱ φωναὶ αὐτῶν, καὶ τῶν ἀρχιερέων. 24 Ὁ δὲ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν. 25 Ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον εἰς τὴν φυλακήν, ὃν ᾐτοῦντο· τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν. 26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι Σίμωνός τινος Κυρηναίου (ἐρχομένου ἀπ᾿ ἀγροῦ), ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν αἳ καὶ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 Στραφεὶς δὲ πρὸς αὐτὰς ὁ Ἰησοῦς εἶπεν· «Θυγατέρες Ἱερουσαλήμ, μὴ κλαίετε ἐπ᾿ ἐμέ· πλὴν ἐφ᾿ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν. 29 Ὅτι ἰδού, ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν, ‹Μακάριαι αἱ στεῖραι, καὶ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ἐθήλασαν.› 30 Τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν, ‹Πέσετε ἐφ᾿ ἡμᾶς,› καὶ τοῖς βουνοῖς, ‹Καλύψατε ἡμᾶς.› 31 Ὅτι εἰ ἐν τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;» 32 Ἤγοντο δὲ καὶ ἕτεροι δύο, κακοῦργοι, σὺν αὐτῷ ἀναιρεθῆναι. 33 Καὶ ὅτε ἀπῆλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτόν· καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν. 34 Ὁ δὲ Ἰησοῦς ἔλεγεν, «Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν»· διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλῆρον. 35 Καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες σὺν αὐτοῖς λέγοντες, «Ἄλλους ἔσωσεν· σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ Χριστός, ὁ τοῦ Θεοῦ ἐκλεκτός.» 36 Ἐνέπαιζον δὲ αὐτῷ καὶ οἱ στρατιῶται, προσερχόμενοι καὶ ὄξος προσφέροντες αὐτῷ, 37 καὶ λέγοντες, «Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.» 38 Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ᾿ αὐτῷ, γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς·ΟΥΤΟΣ ΕΣΤΙΝ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ 39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτὸν λέγων, «Εἰ σὺ εἶ ὁ Χριστός, σῶσον σεαυτὸν καὶ ἡμᾶς.» 40 Ἀποκριθεὶς δὲ ὁ ἕτερος ἐπετίμα αὐτῷ λέγων· «Οὐδὲ φοβῇ σὺ τὸν Θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 Καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.» 42 Καὶ ἔλεγεν τῷ Ἰησοῦ, «Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.» 43 Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, «Ἀμὴν λέγω σοι, σήμερον μετ᾿ ἐμοῦ ἔσῃ ἐν τῷ Παραδείσῳ.» 44 Ἦν δὲ ὡσεὶ ὥρα ἕκτη, καὶ σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. 45 Καὶ ἐσκοτίσθη ὁ ἥλιος· καὶ ἐσχίσθη τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 Καὶ φωνήσας φωνῇ μεγάλῃ, ὁ Ἰησοῦς εἶπεν, «Πάτερ, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου.» Καὶ ταῦτα εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασεν τὸν Θεὸν λέγων, «Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.» 48 Καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωροῦντες τὰ γενόμενα, τύπτοντες ἑαυτῶν τὰ στήθη ὑπέστρεφον. 49 Εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτοῦ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθήσασαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 50 Καὶ ἰδού, ἀνὴρ ὀνόματι Ἰωσήφ, βουλευτὴς ὑπάρχων, ἀνὴρ ἀγαθὸς καὶ δίκαιος 51 (οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν), ἀπὸ Ἀριμαθαίας, πόλεως τῶν Ἰουδαίων, ὃς προσεδέχετο καὶ αὐτὸς τὴν βασιλείαν τοῦ Θεοῦ· 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 53 Καὶ καθελὼν αὐτὸ ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸ ἐν μνήματι λαξευτῷ, οὗ οὐκ ἦν οὐδέπω οὐδεὶς κείμενος. 54 Καὶ ἡμέρα ἦν Παρασκευή· σάββατον ἐπέφωσκεν. 55 Κατακολουθήσασαι δὲ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ. 56 Ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν.

In Other Versions

Luke 23 in the ANGEFD

Luke 23 in the ANTPNG2D

Luke 23 in the AS21

Luke 23 in the BAGH

Luke 23 in the BBPNG

Luke 23 in the BBT1E

Luke 23 in the BDS

Luke 23 in the BEV

Luke 23 in the BHAD

Luke 23 in the BIB

Luke 23 in the BLPT

Luke 23 in the BNT

Luke 23 in the BNTABOOT

Luke 23 in the BNTLV

Luke 23 in the BOATCB

Luke 23 in the BOATCB2

Luke 23 in the BOBCV

Luke 23 in the BOCNT

Luke 23 in the BOECS

Luke 23 in the BOGWICC

Luke 23 in the BOHCB

Luke 23 in the BOHCV

Luke 23 in the BOHLNT

Luke 23 in the BOHNTLTAL

Luke 23 in the BOICB

Luke 23 in the BOILNTAP

Luke 23 in the BOITCV

Luke 23 in the BOKCV

Luke 23 in the BOKCV2

Luke 23 in the BOKHWOG

Luke 23 in the BOKSSV

Luke 23 in the BOLCB

Luke 23 in the BOLCB2

Luke 23 in the BOMCV

Luke 23 in the BONAV

Luke 23 in the BONCB

Luke 23 in the BONLT

Luke 23 in the BONUT2

Luke 23 in the BOPLNT

Luke 23 in the BOSCB

Luke 23 in the BOSNC

Luke 23 in the BOTLNT

Luke 23 in the BOVCB

Luke 23 in the BOYCB

Luke 23 in the BPBB

Luke 23 in the BPH

Luke 23 in the BSB

Luke 23 in the CCB

Luke 23 in the CUV

Luke 23 in the CUVS

Luke 23 in the DBT

Luke 23 in the DGDNT

Luke 23 in the DHNT

Luke 23 in the DNT

Luke 23 in the ELBE

Luke 23 in the EMTV

Luke 23 in the ESV

Luke 23 in the FBV

Luke 23 in the FEB

Luke 23 in the GGMNT

Luke 23 in the GNT

Luke 23 in the HARY

Luke 23 in the HNT

Luke 23 in the IRVA

Luke 23 in the IRVB

Luke 23 in the IRVG

Luke 23 in the IRVH

Luke 23 in the IRVK

Luke 23 in the IRVM

Luke 23 in the IRVM2

Luke 23 in the IRVO

Luke 23 in the IRVP

Luke 23 in the IRVT

Luke 23 in the IRVT2

Luke 23 in the IRVU

Luke 23 in the ISVN

Luke 23 in the JSNT

Luke 23 in the KAPI

Luke 23 in the KBT1ETNIK

Luke 23 in the KBV

Luke 23 in the KJV

Luke 23 in the KNFD

Luke 23 in the LBA

Luke 23 in the LBLA

Luke 23 in the LNT

Luke 23 in the LSV

Luke 23 in the MAAL

Luke 23 in the MBV

Luke 23 in the MBV2

Luke 23 in the MHNT

Luke 23 in the MKNFD

Luke 23 in the MNG

Luke 23 in the MNT

Luke 23 in the MNT2

Luke 23 in the MRS1T

Luke 23 in the NAA

Luke 23 in the NASB

Luke 23 in the NBLA

Luke 23 in the NBS

Luke 23 in the NBVTP

Luke 23 in the NET2

Luke 23 in the NIV11

Luke 23 in the NNT

Luke 23 in the NNT2

Luke 23 in the NNT3

Luke 23 in the PDDPT

Luke 23 in the PFNT

Luke 23 in the RMNT

Luke 23 in the SBIAS

Luke 23 in the SBIBS

Luke 23 in the SBIBS2

Luke 23 in the SBICS

Luke 23 in the SBIDS

Luke 23 in the SBIGS

Luke 23 in the SBIHS

Luke 23 in the SBIIS

Luke 23 in the SBIIS2

Luke 23 in the SBIIS3

Luke 23 in the SBIKS

Luke 23 in the SBIKS2

Luke 23 in the SBIMS

Luke 23 in the SBIOS

Luke 23 in the SBIPS

Luke 23 in the SBISS

Luke 23 in the SBITS

Luke 23 in the SBITS2

Luke 23 in the SBITS3

Luke 23 in the SBITS4

Luke 23 in the SBIUS

Luke 23 in the SBIVS

Luke 23 in the SBT

Luke 23 in the SBT1E

Luke 23 in the SCHL

Luke 23 in the SNT

Luke 23 in the SUSU

Luke 23 in the SUSU2

Luke 23 in the SYNO

Luke 23 in the TBIAOTANT

Luke 23 in the TBT1E

Luke 23 in the TBT1E2

Luke 23 in the TFTIP

Luke 23 in the TFTU

Luke 23 in the THAI

Luke 23 in the TNFD

Luke 23 in the TNT

Luke 23 in the TNTIK

Luke 23 in the TNTIL

Luke 23 in the TNTIN

Luke 23 in the TNTIP

Luke 23 in the TNTIZ

Luke 23 in the TOMA

Luke 23 in the TTENT

Luke 23 in the UBG

Luke 23 in the UGV

Luke 23 in the UGV2

Luke 23 in the UGV3

Luke 23 in the VBL

Luke 23 in the VDCC

Luke 23 in the YALU

Luke 23 in the YAPE

Luke 23 in the YBVTP

Luke 23 in the ZBP