Mark 12 (TGNTATF3T)

1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· «Ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος—καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον—καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. 2 Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος. 3 Οἱ δὲ λαβόντες αὐτόν, ἔδηραν καὶ ἀπέστειλαν κενόν. 4 Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν, καὶ ἀπέστειλαν ἠτιμωμένον. 5 Καὶ πάλιν ἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, τοὺς μὲν δαίροντες, τοὺς δὲ ἀποκτένοντες. 6 Ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ αὐτὸν πρὸς αὐτοὺς ἔσχατον, λέγων ὅτι ‹Ἐντραπήσονται τὸν υἱόν μου.› 7 Ἐκεῖνοι δὲ οἱ γεωργοὶ εἶπον πρὸς ἑαυτοὺς ὅτι ‹Οὗτός ἐστιν ὁ κληρονόμος. Δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.› 8 Καὶ λαβόντες αὐτὸν ἀπέκτειναν, καὶ ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος. 9 »Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε· ‹Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν›;» 12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. Καὶ ἀφέντες αὐτὸν ἀπῆλθον. 13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14 Οἱ δὲ ἐλθόντες λέγουσιν αὐτῷ· «Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ—καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾿ ἐπ᾿ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις—ἔξεστιν κῆνσον Καίσαρι δοῦναι, ἢ οὔ; 15 Δῶμεν, ἢ μὴ δῶμεν;» Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς· «Τί με πειράζετε; Φέρετέ μοι δηνάριον ἵνα ἴδω.» 16 Οἱ δὲ ἤνεγκαν, καὶ λέγει αὐτοῖς, «Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;» Οἱ δὲ εἶπον αὐτῷ, «Καίσαρος.» 17 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.» Καὶ ἐθαύμασαν ἐπ᾿ αὐτῷ. 18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν—οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι—καὶ ἐπηρώτησαν αὐτόν, λέγοντες· 19 «Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ τέκνα μὴ ἀφῇ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20 Ἑπτὰ ἀδελφοὶ ἦσαν. Καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα. 21 Καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν· καὶ οὐδὲ αὐτὸς ἀφῆκεν σπέρμα. Καὶ ὁ τρίτος ὡσαύτως. 22 Καὶ ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ οὐκ ἀφῆκαν σπέρμα. Ἐσχάτη πάντων ἀπέθανεν καὶ ἡ γυνή. 23 Ἐν τῇ ἀναστάσει, ὅταν ἀναστῶσιν, τίνος αὐτῶν ἔσται γυνή;—οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.» 24 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25 Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ᾿ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. 26 Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέος, ἐπὶ τοῦ βάτου, ὡς εἶπεν αὐτῷ ὁ Θεός, λέγων, ‹Ἐγὼ ὁ Θεὸς Ἁβραάμ, καὶ ὁ Θεὸς Ἰσαάκ, καὶ ὁ Θεὸς Ἰακώβ›; 27 Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν, ἀλλὰ Θεὸς ζώντων. Ὑμεῖς οὖν πολὺ πλανᾶσθε.» 28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, εἰδὼς ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν, «Ποία ἐστὶν πρώτη πασῶν ἐντολή;» 29 Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι «Πρώτη πασῶν τῶν ἐντολῶν· ‹Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ὑμῶν, Κύριος εἷς ἐστιν· 30 καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.› Αὕτη πρώτη ἐντολή. 31 Καὶ δευτέρα ὁμοία αὕτη· ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.» 32 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· «Καλῶς, διδάσκαλε· ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. 33 Καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτόν, πλεῖόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.» 34 Καὶ ὁ Ἰησοῦς, ἰδὼν αὐτὸν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, «Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ.» Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. 35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ· «Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱός ἐστιν Δαυίδ; 36 Αὐτὸς γὰρ Δαυὶδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· ‹Λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» › 37 Αὐτὸς οὖν Δαυὶδ λέγει αὐτὸν ‹Κύριον›· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστιν;» Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. 38 Καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· «Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, 39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· 40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Οὗτοι λήψονται περισσότερον κρῖμα.» 41 Καὶ καθίσας ὁ Ἰησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. Καὶ πολλοὶ πλούσιοι ἔβαλον πολλά. 42 Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43 Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων βέβληκεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· 44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δέ, ἐκ τῆς ὑστερήσεως αὐτῆς, πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.»

In Other Versions

Mark 12 in the ANGEFD

Mark 12 in the ANTPNG2D

Mark 12 in the AS21

Mark 12 in the BAGH

Mark 12 in the BBPNG

Mark 12 in the BBT1E

Mark 12 in the BDS

Mark 12 in the BEV

Mark 12 in the BHAD

Mark 12 in the BIB

Mark 12 in the BLPT

Mark 12 in the BNT

Mark 12 in the BNTABOOT

Mark 12 in the BNTLV

Mark 12 in the BOATCB

Mark 12 in the BOATCB2

Mark 12 in the BOBCV

Mark 12 in the BOCNT

Mark 12 in the BOECS

Mark 12 in the BOGWICC

Mark 12 in the BOHCB

Mark 12 in the BOHCV

Mark 12 in the BOHLNT

Mark 12 in the BOHNTLTAL

Mark 12 in the BOICB

Mark 12 in the BOILNTAP

Mark 12 in the BOITCV

Mark 12 in the BOKCV

Mark 12 in the BOKCV2

Mark 12 in the BOKHWOG

Mark 12 in the BOKSSV

Mark 12 in the BOLCB

Mark 12 in the BOLCB2

Mark 12 in the BOMCV

Mark 12 in the BONAV

Mark 12 in the BONCB

Mark 12 in the BONLT

Mark 12 in the BONUT2

Mark 12 in the BOPLNT

Mark 12 in the BOSCB

Mark 12 in the BOSNC

Mark 12 in the BOTLNT

Mark 12 in the BOVCB

Mark 12 in the BOYCB

Mark 12 in the BPBB

Mark 12 in the BPH

Mark 12 in the BSB

Mark 12 in the CCB

Mark 12 in the CUV

Mark 12 in the CUVS

Mark 12 in the DBT

Mark 12 in the DGDNT

Mark 12 in the DHNT

Mark 12 in the DNT

Mark 12 in the ELBE

Mark 12 in the EMTV

Mark 12 in the ESV

Mark 12 in the FBV

Mark 12 in the FEB

Mark 12 in the GGMNT

Mark 12 in the GNT

Mark 12 in the HARY

Mark 12 in the HNT

Mark 12 in the IRVA

Mark 12 in the IRVB

Mark 12 in the IRVG

Mark 12 in the IRVH

Mark 12 in the IRVK

Mark 12 in the IRVM

Mark 12 in the IRVM2

Mark 12 in the IRVO

Mark 12 in the IRVP

Mark 12 in the IRVT

Mark 12 in the IRVT2

Mark 12 in the IRVU

Mark 12 in the ISVN

Mark 12 in the JSNT

Mark 12 in the KAPI

Mark 12 in the KBT1ETNIK

Mark 12 in the KBV

Mark 12 in the KJV

Mark 12 in the KNFD

Mark 12 in the LBA

Mark 12 in the LBLA

Mark 12 in the LNT

Mark 12 in the LSV

Mark 12 in the MAAL

Mark 12 in the MBV

Mark 12 in the MBV2

Mark 12 in the MHNT

Mark 12 in the MKNFD

Mark 12 in the MNG

Mark 12 in the MNT

Mark 12 in the MNT2

Mark 12 in the MRS1T

Mark 12 in the NAA

Mark 12 in the NASB

Mark 12 in the NBLA

Mark 12 in the NBS

Mark 12 in the NBVTP

Mark 12 in the NET2

Mark 12 in the NIV11

Mark 12 in the NNT

Mark 12 in the NNT2

Mark 12 in the NNT3

Mark 12 in the PDDPT

Mark 12 in the PFNT

Mark 12 in the RMNT

Mark 12 in the SBIAS

Mark 12 in the SBIBS

Mark 12 in the SBIBS2

Mark 12 in the SBICS

Mark 12 in the SBIDS

Mark 12 in the SBIGS

Mark 12 in the SBIHS

Mark 12 in the SBIIS

Mark 12 in the SBIIS2

Mark 12 in the SBIIS3

Mark 12 in the SBIKS

Mark 12 in the SBIKS2

Mark 12 in the SBIMS

Mark 12 in the SBIOS

Mark 12 in the SBIPS

Mark 12 in the SBISS

Mark 12 in the SBITS

Mark 12 in the SBITS2

Mark 12 in the SBITS3

Mark 12 in the SBITS4

Mark 12 in the SBIUS

Mark 12 in the SBIVS

Mark 12 in the SBT

Mark 12 in the SBT1E

Mark 12 in the SCHL

Mark 12 in the SNT

Mark 12 in the SUSU

Mark 12 in the SUSU2

Mark 12 in the SYNO

Mark 12 in the TBIAOTANT

Mark 12 in the TBT1E

Mark 12 in the TBT1E2

Mark 12 in the TFTIP

Mark 12 in the TFTU

Mark 12 in the THAI

Mark 12 in the TNFD

Mark 12 in the TNT

Mark 12 in the TNTIK

Mark 12 in the TNTIL

Mark 12 in the TNTIN

Mark 12 in the TNTIP

Mark 12 in the TNTIZ

Mark 12 in the TOMA

Mark 12 in the TTENT

Mark 12 in the UBG

Mark 12 in the UGV

Mark 12 in the UGV2

Mark 12 in the UGV3

Mark 12 in the VBL

Mark 12 in the VDCC

Mark 12 in the YALU

Mark 12 in the YAPE

Mark 12 in the YBVTP

Mark 12 in the ZBP