Mark 3 (TGNTATF3T)

1 Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2 Καὶ παρετήρουν αὐτόν, εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. 3 Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, «Ἔγειραι εἰς τὸ μέσον.» 4 Καὶ λέγει αὐτοῖς· «Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;» Οἱ δὲ ἐσιώπων. 5 Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾿ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, «Ἔκτεινον τὴν χεῖρά σου.» Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη. 6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ᾿ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. 7 Καὶ ὁ Ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν αὐτῷ—καὶ ἀπὸ τῆς Ἰουδαίας 8 καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα. Πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. 9 Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ, διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. 10 Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας. 11 Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα—ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ καὶ ἔκραζεν, λέγοντα ὅτι «Σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ.» 12 Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν. 13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14 Καὶ ἐποίησεν δώδεκα, ἵνα ὦσιν μετ᾿ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15 —καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους καὶ ἐκβάλλειν τὰ δαιμόνια. 16 Καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα Πέτρον, 17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα ‹Βοανεργές,› ὅ ἐστιν ‹Υἱοὶ βροντῆς›)· 18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Ματθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Κανανίτην· 19 καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. 20 Καὶ ἔρχονται εἰς οἶκον· καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. 21 Καὶ ἀκούσαντες οἱ παρ᾿ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι «Ἐξέστη.» 22 Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι «Βεελζεβοὺλ ἔχει,» καὶ ὅτι «Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.» 23 Καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· «Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24 Καὶ ἐὰν βασιλεία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. 25 Καὶ ἐὰν οἰκία ἐφ᾿ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη. 26 Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾿ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει. 27 Οὐδεὶς δύναται τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ—καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ. 28 »Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν· 29 ὃς δ᾿ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾿ ἔνοχός ἐστιν αἰωνίου κρίσεως» 30 —ὅτι ἔλεγον, «Πνεῦμα ἀκάθαρτον ἔχει.» 31 Ἔρχονται οὖν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτόν, φωνοῦντες αὐτόν. 32 Καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, «Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου καὶ αἱ ἀδελφαί σου ἔξω ζητοῦσίν σε.» 33 Καὶ ἀπεκρίθη αὐτοῖς λέγων, «Τίς ἐστιν ἡ μήτηρ μου ἢ οἱ ἀδελφοί μου;» 34 Καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει· «Ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 35 Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ μού ἐστιν.»

In Other Versions

Mark 3 in the ANGEFD

Mark 3 in the ANTPNG2D

Mark 3 in the AS21

Mark 3 in the BAGH

Mark 3 in the BBPNG

Mark 3 in the BBT1E

Mark 3 in the BDS

Mark 3 in the BEV

Mark 3 in the BHAD

Mark 3 in the BIB

Mark 3 in the BLPT

Mark 3 in the BNT

Mark 3 in the BNTABOOT

Mark 3 in the BNTLV

Mark 3 in the BOATCB

Mark 3 in the BOATCB2

Mark 3 in the BOBCV

Mark 3 in the BOCNT

Mark 3 in the BOECS

Mark 3 in the BOGWICC

Mark 3 in the BOHCB

Mark 3 in the BOHCV

Mark 3 in the BOHLNT

Mark 3 in the BOHNTLTAL

Mark 3 in the BOICB

Mark 3 in the BOILNTAP

Mark 3 in the BOITCV

Mark 3 in the BOKCV

Mark 3 in the BOKCV2

Mark 3 in the BOKHWOG

Mark 3 in the BOKSSV

Mark 3 in the BOLCB

Mark 3 in the BOLCB2

Mark 3 in the BOMCV

Mark 3 in the BONAV

Mark 3 in the BONCB

Mark 3 in the BONLT

Mark 3 in the BONUT2

Mark 3 in the BOPLNT

Mark 3 in the BOSCB

Mark 3 in the BOSNC

Mark 3 in the BOTLNT

Mark 3 in the BOVCB

Mark 3 in the BOYCB

Mark 3 in the BPBB

Mark 3 in the BPH

Mark 3 in the BSB

Mark 3 in the CCB

Mark 3 in the CUV

Mark 3 in the CUVS

Mark 3 in the DBT

Mark 3 in the DGDNT

Mark 3 in the DHNT

Mark 3 in the DNT

Mark 3 in the ELBE

Mark 3 in the EMTV

Mark 3 in the ESV

Mark 3 in the FBV

Mark 3 in the FEB

Mark 3 in the GGMNT

Mark 3 in the GNT

Mark 3 in the HARY

Mark 3 in the HNT

Mark 3 in the IRVA

Mark 3 in the IRVB

Mark 3 in the IRVG

Mark 3 in the IRVH

Mark 3 in the IRVK

Mark 3 in the IRVM

Mark 3 in the IRVM2

Mark 3 in the IRVO

Mark 3 in the IRVP

Mark 3 in the IRVT

Mark 3 in the IRVT2

Mark 3 in the IRVU

Mark 3 in the ISVN

Mark 3 in the JSNT

Mark 3 in the KAPI

Mark 3 in the KBT1ETNIK

Mark 3 in the KBV

Mark 3 in the KJV

Mark 3 in the KNFD

Mark 3 in the LBA

Mark 3 in the LBLA

Mark 3 in the LNT

Mark 3 in the LSV

Mark 3 in the MAAL

Mark 3 in the MBV

Mark 3 in the MBV2

Mark 3 in the MHNT

Mark 3 in the MKNFD

Mark 3 in the MNG

Mark 3 in the MNT

Mark 3 in the MNT2

Mark 3 in the MRS1T

Mark 3 in the NAA

Mark 3 in the NASB

Mark 3 in the NBLA

Mark 3 in the NBS

Mark 3 in the NBVTP

Mark 3 in the NET2

Mark 3 in the NIV11

Mark 3 in the NNT

Mark 3 in the NNT2

Mark 3 in the NNT3

Mark 3 in the PDDPT

Mark 3 in the PFNT

Mark 3 in the RMNT

Mark 3 in the SBIAS

Mark 3 in the SBIBS

Mark 3 in the SBIBS2

Mark 3 in the SBICS

Mark 3 in the SBIDS

Mark 3 in the SBIGS

Mark 3 in the SBIHS

Mark 3 in the SBIIS

Mark 3 in the SBIIS2

Mark 3 in the SBIIS3

Mark 3 in the SBIKS

Mark 3 in the SBIKS2

Mark 3 in the SBIMS

Mark 3 in the SBIOS

Mark 3 in the SBIPS

Mark 3 in the SBISS

Mark 3 in the SBITS

Mark 3 in the SBITS2

Mark 3 in the SBITS3

Mark 3 in the SBITS4

Mark 3 in the SBIUS

Mark 3 in the SBIVS

Mark 3 in the SBT

Mark 3 in the SBT1E

Mark 3 in the SCHL

Mark 3 in the SNT

Mark 3 in the SUSU

Mark 3 in the SUSU2

Mark 3 in the SYNO

Mark 3 in the TBIAOTANT

Mark 3 in the TBT1E

Mark 3 in the TBT1E2

Mark 3 in the TFTIP

Mark 3 in the TFTU

Mark 3 in the THAI

Mark 3 in the TNFD

Mark 3 in the TNT

Mark 3 in the TNTIK

Mark 3 in the TNTIL

Mark 3 in the TNTIN

Mark 3 in the TNTIP

Mark 3 in the TNTIZ

Mark 3 in the TOMA

Mark 3 in the TTENT

Mark 3 in the UBG

Mark 3 in the UGV

Mark 3 in the UGV2

Mark 3 in the UGV3

Mark 3 in the VBL

Mark 3 in the VDCC

Mark 3 in the YALU

Mark 3 in the YAPE

Mark 3 in the YBVTP

Mark 3 in the ZBP