Mark 8 (TGNTATF3T)

1 Ἐν ἐκείναις ταῖς ἡμέραις, παμπόλλου ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς· 2 «Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέρας τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν. 3 Καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ, τινὲς γὰρ αὐτῶν μακρόθεν ἥκουσιν.» 4 Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾿ ἐρημίας;» 5 Καὶ ἐπηρώτα αὐτούς, «Πόσους ἔχετε ἄρτους;» Οἱ δὲ εἶπον, «Ἑπτά.» 6 Καὶ παρήγγειλεν τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ εὐχαριστήσας, ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν, καὶ παρέθηκαν τῷ ὄχλῳ. 7 Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας εἶπεν παραθεῖναι καὶ αὐτά. 8 Ἔφαγον δὲ καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 9 Ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 10 Καὶ εὐθέως ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά. 11 Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾿ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12 Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· «Τί ἡ γενεὰ αὕτη σημεῖον ἐπιζητεῖ; Ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.» 13 Καὶ ἀφεὶς αὐτούς, ἐμβὰς πάλιν εἰς πλοῖον ἀπῆλθεν εἰς τὸ πέραν. 14 (Καὶ ἐπελάθοντο οἱ μαθηταὶ αὐτοῦ λαβεῖν ἄρτους· καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾿ ἑαυτῶν ἐν τῷ πλοίῳ.) 15 Καὶ διεστέλλετο αὐτοῖς, λέγων, «Ὁρᾶτε· βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.» 16 Καὶ διελογίζοντο πρὸς ἀλλήλους, λέγοντες ὅτι «Ἄρτους οὐκ ἔχομεν.» 17 Καὶ γνοὺς ὁ Ἰησοῦς λέγει αὐτοῖς· «Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε οὐδὲ συνίετε; Ἔτι πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε, καὶ οὐ μνημονεύετε; 19 Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους πλήρεις κλασμάτων ἤρατε;» Λέγουσιν αὐτῷ, «Δώδεκα.» 20 «Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;» Οἱ δὲ εἶπον, «Ἑπτά.» 21 Καὶ λέγει αὐτοῖς, «Πῶς οὔπω συνίετε;» 22 Καὶ ἔρχεται εἰς Βηθσαϊδάν· καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23 Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήγαγεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει. 24 Καὶ ἀναβλέψας ἔλεγεν, «Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ, περιπατοῦντας.» 25 Εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐποίησεν αὐτὸν ἀναβλέψαι· καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν τηλαυγῶς ἅπαντας. 26 Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ, λέγων, «Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.» 27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, «Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;» 28 Οἱ δὲ ἀπεκρίθησαν, «Ἰωάννην τὸν Βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ἕνα τῶν προφητῶν.» 29 Καὶ αὐτὸς λέγει αὐτοῖς, «Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;» Ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ, «Σὺ εἶ ὁ Χριστός.» 30 Καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. 31 Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι. 32 Καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33 Ὁ δέ, ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν τῷ Πέτρῳ, λέγων· «Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.» 34 Καὶ προσκαλεσάμενος τὸν ὄχλον, σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς· «Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. 35 Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. 36 Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; 37 Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38 Ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.»

In Other Versions

Mark 8 in the ANGEFD

Mark 8 in the ANTPNG2D

Mark 8 in the AS21

Mark 8 in the BAGH

Mark 8 in the BBPNG

Mark 8 in the BBT1E

Mark 8 in the BDS

Mark 8 in the BEV

Mark 8 in the BHAD

Mark 8 in the BIB

Mark 8 in the BLPT

Mark 8 in the BNT

Mark 8 in the BNTABOOT

Mark 8 in the BNTLV

Mark 8 in the BOATCB

Mark 8 in the BOATCB2

Mark 8 in the BOBCV

Mark 8 in the BOCNT

Mark 8 in the BOECS

Mark 8 in the BOGWICC

Mark 8 in the BOHCB

Mark 8 in the BOHCV

Mark 8 in the BOHLNT

Mark 8 in the BOHNTLTAL

Mark 8 in the BOICB

Mark 8 in the BOILNTAP

Mark 8 in the BOITCV

Mark 8 in the BOKCV

Mark 8 in the BOKCV2

Mark 8 in the BOKHWOG

Mark 8 in the BOKSSV

Mark 8 in the BOLCB

Mark 8 in the BOLCB2

Mark 8 in the BOMCV

Mark 8 in the BONAV

Mark 8 in the BONCB

Mark 8 in the BONLT

Mark 8 in the BONUT2

Mark 8 in the BOPLNT

Mark 8 in the BOSCB

Mark 8 in the BOSNC

Mark 8 in the BOTLNT

Mark 8 in the BOVCB

Mark 8 in the BOYCB

Mark 8 in the BPBB

Mark 8 in the BPH

Mark 8 in the BSB

Mark 8 in the CCB

Mark 8 in the CUV

Mark 8 in the CUVS

Mark 8 in the DBT

Mark 8 in the DGDNT

Mark 8 in the DHNT

Mark 8 in the DNT

Mark 8 in the ELBE

Mark 8 in the EMTV

Mark 8 in the ESV

Mark 8 in the FBV

Mark 8 in the FEB

Mark 8 in the GGMNT

Mark 8 in the GNT

Mark 8 in the HARY

Mark 8 in the HNT

Mark 8 in the IRVA

Mark 8 in the IRVB

Mark 8 in the IRVG

Mark 8 in the IRVH

Mark 8 in the IRVK

Mark 8 in the IRVM

Mark 8 in the IRVM2

Mark 8 in the IRVO

Mark 8 in the IRVP

Mark 8 in the IRVT

Mark 8 in the IRVT2

Mark 8 in the IRVU

Mark 8 in the ISVN

Mark 8 in the JSNT

Mark 8 in the KAPI

Mark 8 in the KBT1ETNIK

Mark 8 in the KBV

Mark 8 in the KJV

Mark 8 in the KNFD

Mark 8 in the LBA

Mark 8 in the LBLA

Mark 8 in the LNT

Mark 8 in the LSV

Mark 8 in the MAAL

Mark 8 in the MBV

Mark 8 in the MBV2

Mark 8 in the MHNT

Mark 8 in the MKNFD

Mark 8 in the MNG

Mark 8 in the MNT

Mark 8 in the MNT2

Mark 8 in the MRS1T

Mark 8 in the NAA

Mark 8 in the NASB

Mark 8 in the NBLA

Mark 8 in the NBS

Mark 8 in the NBVTP

Mark 8 in the NET2

Mark 8 in the NIV11

Mark 8 in the NNT

Mark 8 in the NNT2

Mark 8 in the NNT3

Mark 8 in the PDDPT

Mark 8 in the PFNT

Mark 8 in the RMNT

Mark 8 in the SBIAS

Mark 8 in the SBIBS

Mark 8 in the SBIBS2

Mark 8 in the SBICS

Mark 8 in the SBIDS

Mark 8 in the SBIGS

Mark 8 in the SBIHS

Mark 8 in the SBIIS

Mark 8 in the SBIIS2

Mark 8 in the SBIIS3

Mark 8 in the SBIKS

Mark 8 in the SBIKS2

Mark 8 in the SBIMS

Mark 8 in the SBIOS

Mark 8 in the SBIPS

Mark 8 in the SBISS

Mark 8 in the SBITS

Mark 8 in the SBITS2

Mark 8 in the SBITS3

Mark 8 in the SBITS4

Mark 8 in the SBIUS

Mark 8 in the SBIVS

Mark 8 in the SBT

Mark 8 in the SBT1E

Mark 8 in the SCHL

Mark 8 in the SNT

Mark 8 in the SUSU

Mark 8 in the SUSU2

Mark 8 in the SYNO

Mark 8 in the TBIAOTANT

Mark 8 in the TBT1E

Mark 8 in the TBT1E2

Mark 8 in the TFTIP

Mark 8 in the TFTU

Mark 8 in the THAI

Mark 8 in the TNFD

Mark 8 in the TNT

Mark 8 in the TNTIK

Mark 8 in the TNTIL

Mark 8 in the TNTIN

Mark 8 in the TNTIP

Mark 8 in the TNTIZ

Mark 8 in the TOMA

Mark 8 in the TTENT

Mark 8 in the UBG

Mark 8 in the UGV

Mark 8 in the UGV2

Mark 8 in the UGV3

Mark 8 in the VBL

Mark 8 in the VDCC

Mark 8 in the YALU

Mark 8 in the YAPE

Mark 8 in the YBVTP

Mark 8 in the ZBP