Ephesians 5 (TGNTATF3T)
1 Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, 2 καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. 3 Πορνεία δὲ καὶ πᾶσα ἀκαθαρσία ἢ πλεονεξία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν (καθὼς πρέπει ἁγίοις)· 4 καὶ αἰσχρότης καὶ μωρολογία ἢ εὐτραπελία (τὰ οὐκ ἀνήκοντα), ἀλλὰ μᾶλλον εὐχαριστία. 5 Τοῦτο γάρ ἴστε γινώσκοντες ὅτι· πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης (ὅς ἐστιν εἰδωλολάτρης), οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. 6 Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. 7 Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν 8 —ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ.Ὡς τέκνα φωτὸς περιπατεῖτε 9 (ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ), 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11 Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε. 12 (Τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστιν καὶ λέγειν.) 13 Τὰ δὲ πάντα, ἐλεγχόμενα, ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. 14 Διὸ λέγει· «Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» 15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι ἀλλ᾿ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17 Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 18 Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ· 20 εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων, ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ, τῷ Θεῷ καὶ Πατρί, 21 ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ. 22 Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ, 23 ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς ὡς καὶ ὁ Χριστὸς Κεφαλὴ τῆς Ἐκκλησίας—καὶ αὐτός ἐστιν Σωτὴρ τοῦ σώματος. 24 Ἀλλ᾿ ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. 25 Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν τὴν Ἐκκλησίαν καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26 ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος· ἐν ῥήματι, 27 ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ—ἔνδοξον τὴν ἐκκλησίαν—μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, ἀλλ᾿ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28 Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. 29 Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν· ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Κύριος τὴν Ἐκκλησίαν 30 —ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. 31 «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.» 32 Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. 33 Πλὴν καὶ ὑμεῖς οἱ καθ᾿ ἕνα· ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα.
In Other Versions
Ephesians 5 in the ANGEFD
Ephesians 5 in the ANTPNG2D
Ephesians 5 in the AS21
Ephesians 5 in the BAGH
Ephesians 5 in the BBPNG
Ephesians 5 in the BBT1E
Ephesians 5 in the BDS
Ephesians 5 in the BEV
Ephesians 5 in the BHAD
Ephesians 5 in the BIB
Ephesians 5 in the BLPT
Ephesians 5 in the BNT
Ephesians 5 in the BNTABOOT
Ephesians 5 in the BNTLV
Ephesians 5 in the BOATCB
Ephesians 5 in the BOATCB2
Ephesians 5 in the BOBCV
Ephesians 5 in the BOCNT
Ephesians 5 in the BOECS
Ephesians 5 in the BOGWICC
Ephesians 5 in the BOHCB
Ephesians 5 in the BOHCV
Ephesians 5 in the BOHLNT
Ephesians 5 in the BOHNTLTAL
Ephesians 5 in the BOICB
Ephesians 5 in the BOILNTAP
Ephesians 5 in the BOITCV
Ephesians 5 in the BOKCV
Ephesians 5 in the BOKCV2
Ephesians 5 in the BOKHWOG
Ephesians 5 in the BOKSSV
Ephesians 5 in the BOLCB
Ephesians 5 in the BOLCB2
Ephesians 5 in the BOMCV
Ephesians 5 in the BONAV
Ephesians 5 in the BONCB
Ephesians 5 in the BONLT
Ephesians 5 in the BONUT2
Ephesians 5 in the BOPLNT
Ephesians 5 in the BOSCB
Ephesians 5 in the BOSNC
Ephesians 5 in the BOTLNT
Ephesians 5 in the BOVCB
Ephesians 5 in the BOYCB
Ephesians 5 in the BPBB
Ephesians 5 in the BPH
Ephesians 5 in the BSB
Ephesians 5 in the CCB
Ephesians 5 in the CUV
Ephesians 5 in the CUVS
Ephesians 5 in the DBT
Ephesians 5 in the DGDNT
Ephesians 5 in the DHNT
Ephesians 5 in the DNT
Ephesians 5 in the ELBE
Ephesians 5 in the EMTV
Ephesians 5 in the ESV
Ephesians 5 in the FBV
Ephesians 5 in the FEB
Ephesians 5 in the GGMNT
Ephesians 5 in the GNT
Ephesians 5 in the HARY
Ephesians 5 in the HNT
Ephesians 5 in the IRVA
Ephesians 5 in the IRVB
Ephesians 5 in the IRVG
Ephesians 5 in the IRVH
Ephesians 5 in the IRVK
Ephesians 5 in the IRVM
Ephesians 5 in the IRVM2
Ephesians 5 in the IRVO
Ephesians 5 in the IRVP
Ephesians 5 in the IRVT
Ephesians 5 in the IRVT2
Ephesians 5 in the IRVU
Ephesians 5 in the ISVN
Ephesians 5 in the JSNT
Ephesians 5 in the KAPI
Ephesians 5 in the KBT1ETNIK
Ephesians 5 in the KBV
Ephesians 5 in the KJV
Ephesians 5 in the KNFD
Ephesians 5 in the LBA
Ephesians 5 in the LBLA
Ephesians 5 in the LNT
Ephesians 5 in the LSV
Ephesians 5 in the MAAL
Ephesians 5 in the MBV
Ephesians 5 in the MBV2
Ephesians 5 in the MHNT
Ephesians 5 in the MKNFD
Ephesians 5 in the MNG
Ephesians 5 in the MNT
Ephesians 5 in the MNT2
Ephesians 5 in the MRS1T
Ephesians 5 in the NAA
Ephesians 5 in the NASB
Ephesians 5 in the NBLA
Ephesians 5 in the NBS
Ephesians 5 in the NBVTP
Ephesians 5 in the NET2
Ephesians 5 in the NIV11
Ephesians 5 in the NNT
Ephesians 5 in the NNT2
Ephesians 5 in the NNT3
Ephesians 5 in the PDDPT
Ephesians 5 in the PFNT
Ephesians 5 in the RMNT
Ephesians 5 in the SBIAS
Ephesians 5 in the SBIBS
Ephesians 5 in the SBIBS2
Ephesians 5 in the SBICS
Ephesians 5 in the SBIDS
Ephesians 5 in the SBIGS
Ephesians 5 in the SBIHS
Ephesians 5 in the SBIIS
Ephesians 5 in the SBIIS2
Ephesians 5 in the SBIIS3
Ephesians 5 in the SBIKS
Ephesians 5 in the SBIKS2
Ephesians 5 in the SBIMS
Ephesians 5 in the SBIOS
Ephesians 5 in the SBIPS
Ephesians 5 in the SBISS
Ephesians 5 in the SBITS
Ephesians 5 in the SBITS2
Ephesians 5 in the SBITS3
Ephesians 5 in the SBITS4
Ephesians 5 in the SBIUS
Ephesians 5 in the SBIVS
Ephesians 5 in the SBT
Ephesians 5 in the SBT1E
Ephesians 5 in the SCHL
Ephesians 5 in the SNT
Ephesians 5 in the SUSU
Ephesians 5 in the SUSU2
Ephesians 5 in the SYNO
Ephesians 5 in the TBIAOTANT
Ephesians 5 in the TBT1E
Ephesians 5 in the TBT1E2
Ephesians 5 in the TFTIP
Ephesians 5 in the TFTU
Ephesians 5 in the THAI
Ephesians 5 in the TNFD
Ephesians 5 in the TNT
Ephesians 5 in the TNTIK
Ephesians 5 in the TNTIL
Ephesians 5 in the TNTIN
Ephesians 5 in the TNTIP
Ephesians 5 in the TNTIZ
Ephesians 5 in the TOMA
Ephesians 5 in the TTENT
Ephesians 5 in the UBG
Ephesians 5 in the UGV
Ephesians 5 in the UGV2
Ephesians 5 in the UGV3
Ephesians 5 in the VBL
Ephesians 5 in the VDCC
Ephesians 5 in the YALU
Ephesians 5 in the YAPE
Ephesians 5 in the YBVTP
Ephesians 5 in the ZBP